Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.75.1-5.75.6

斯巴达重塑声威与因卡涅亚节退兵

第 575 段,共 917 段 · 希腊语

内容简介

记述了普雷斯托阿纳克斯的出兵折返以及拉栖代梦人因卡涅亚节而班师。斯巴达通过万提尼亚战役的胜利消除了此前怯懦与迟缓的恶名,而阿哥斯同盟军则趁斯巴达过节之机进攻埃皮达鲁斯并修筑包围壁。

§5.75.1τῆς δὲ μάχης μελλούσης ἔσεσθαι καὶ Πλειστοάναξ ὁ ἕτερος βασιλεὺς ἔχων τούς τε πρεσβυτέρους καὶ νεωτέρους ἐβοήθησε, καὶ μέχρι μὲν Τεγέας ἀφίκετο, πυθόμενος δὲ τὴν νίκην ἀπεχώρησεν.
当战役行将发生之时,另一位国王普雷斯托阿纳克斯也率领最年长和最年轻的预备兵力前去增援。 他虽然抵达了特革亚,但在听闻获胜的消息后便退兵而返。
§5.75.2καὶ τοὺς ἀπὸ Κορίνθου καὶ ἔξω Ἰσθμοῦ ξυμμάχους ἀπέστρεψαν πέμψαντες οἱ Λακεδαιμόνιοι, καὶ αὐτοὶ ἀναχωρήσαντες καὶ τοὺς ξυμμάχους ἀφέντες (Κάρνεια γὰρ αὐτοῖς ἐτύγχανον ὄντα) τὴν ἑορτὴν ἦγον.
拉栖代梦人还派遣使者,让来自哥林多和地峡以外的盟友们折返;他们自己也撤回国内并遣散了盟军(因为当时正值他们的卡涅亚节),他们便庆祝了这一节日。
§5.75.3καὶ τὴν ὑπὸ τῶν Ἑλλήνων τότε ἐπιφερομένην αἰτίαν ἔς τε μαλακίαν διὰ τὴν ἐν τῇ νήσῳ ξυμφορὰν καὶ ἐς τὴν ἄλλην ἀβουλίαν τε καὶ βραδυτῆτα ἑνὶ ἔργῳ τούτῳ ἀπελύσαντο, τύχῃ μέν, ὡς ἐδόκουν, κακιζόμενοι, γνώμῃ δὲ οἱ αὐτοὶ ἔτι ὄντες.
希腊人当时对他们提出的指责——一是因为在岛上遭受的不幸而表现出的怯懦,二是由于其他方面的决策失误与迟缓——他们凭借这单单一次战功便一扫而空。 人们认为,他们此前只是在运气上受挫而被贬低,但在精神与斗志上,他们依然和过去一模一样。
§5.75.4τῇ δὲ προτέρᾳ ἡμέρᾳ ξυνέβη τῆς μάχης ταύτης καὶ τοὺς Ἐπιδαυρίους πανδημεὶ ἐσβαλεῖν ἐς τὴν Ἀργείαν ὡς ἐρῆμον οὖσαν καὶ τοὺς ὑπολοίπους φύλακας τῶν Ἀργείων ἐξελθόντων αὐτῶν διαφθεῖραι πολλούς.
而在这次战役的前一天,正好发生了一件事:埃皮达鲁斯人倾巢出动入侵阿哥斯领地,以为那里已无人防守,并杀死了许多在阿哥斯主力出征后留守的卫兵。
§5.75.5καὶ Ἠλείων τρισχιλίων ὁπλιτῶν βοηθησάντων Μαντινεῦσιν ὕστερον τῆς μάχης καὶ Ἀθηναίων χιλίων πρὸς τοῖς προτέροις ἐστράτευσαν ἅπαντες οἱ ξύμμαχοι οὗτοι εὐθὺς ἐπὶ Ἐπίδαυρον, ἕως οἱ Λακεδαιμόνιοι Κάρνεια ἦγον, καὶ διελόμενοι τὴν πόλιν περιετείχιζον.
战役之后,三千名伊利斯重装步兵前来增援万提尼亚人,此外还有一千名雅典人加入了先前的部队。 于是在拉栖代梦人庆祝卡涅亚节期间,所有这些盟军立即向埃皮达鲁斯进军,并将该城划分区域,开始修筑包围壁。
§5.75.6καὶ οἱ μὲν ἄλλοι ἐξεπαύσαντο, Ἀθηναῖοι δέ, ὥσπερ προσετάχθησαν, τὴν ἄκραν τὸ Ἡραῖον εὐθὺς ἐξειργάσαντο.
其他人中途停止了工作,而雅典人则按照分派的任务,立即完成了赫拉神庙所在岬角的围墙。
καὶ ἐν τούτῳ ξυγκαταλιπόντες ἅπαντες τῷ τειχίσματι φρουρὰν ἀνεχώρησαν κατὰ πόλεις ἕκαστοι.
随后,所有人共同在这一防御工事中留下一支守备队,便各自返回了自己的城邦。
καὶ τὸ θέρος ἐτελεύτα.
夏天就这样结束了。

词汇与语法注释

  1. §5.75.1τούς τε πρεσβυτέρους καὶ νεωτέρους — 这两个形容词比较级指的是处于斯巴达常规兵役年龄(通常为20至50或60岁)范围之外的最年长者(50岁后半至60岁前半)和最年轻者(20岁以下),他们通常留守本土作为预备队。这里指普雷斯托阿纳克斯率领这些预备兵力出征。
  2. §5.75.3τύχῃ μέν, ὡς ἐδόκουν, κακιζόμενοι, γνώμῃ δὲ οἱ αὐτοὶ ἔτι ὄντες — 修饰主句主语(拉栖代梦人)的分词结构,用以解释其名誉的恢复。被动现在分词 κακιζόμενοι 意为“(当时)因运气不佳而被视为怯懦者/被贬低”,与之相对的 γνώμῃ δὲ ... ὄντες 则表示“但在精神上依然如故”。整句说明他们的胜利证明了此前的污名仅归咎于运气,而其内在实力从未改变。
  3. §5.75.4τῇ δὲ προτέρᾳ ἡμέρᾳ ξυνέβη τῆς μάχης ταύτης — 无人称动词 ξυνέβη 引导了两个带 classification 不定式短语(ἐσβαλεῖν 与 διαφθεῖραι)作为其主语。属格的 τῆς μάχης ταύτης 修饰表示时间的与格 τῇ προτέρᾳ ἡμέρᾳ,意为“在这次战役的前一天”。
  4. §5.75.5Ἠλείων τρισχιλίων ὁπλιτῶν βοηθησάντων... καὶ Ἀθηναίων χιλίων — 属格独立结构。在后半句 Ἀθηναίων χιλίων 之后省略了前半句的分词 βοηθησάντων(或类似的表示“到来”的分词)。这两个属格独立结构解释了主句主语(οὗτοι)发起远征的背景与契机。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.75.1-5.75.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.75.1-5.75.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。