§5.77.1‘καττάδε δοκεῖ τᾷ ἐκκλησίᾳ τῶν Λακεδαιμονίων ξυμβαλέσθαι ποττὼς Ἀργείως, ἀποδιδόντας τὼς παῖδας τοῖς Ὀρχομενίοις καὶ τὼς ἄνδρας τοῖς Μαιναλίοις, καὶ τὼς ἄνδρας τὼς ἐν Μαντινείᾳ τοῖς Λακεδαιμονίοις ἀποδιδόντας, καὶ ἐξ Ἐπιδαύρω ἐκβῶντας καὶ τὸ τεῖχος ἀναιρίοντας.
“拉栖代梦人公民大会认为,适宜按以下条款与阿哥斯人达成协议:将孩子们归还给奥尔科美诺斯人,将成年男子归还给迈纳里亚人,并将曼提尼亚的成年男子归还给拉栖代梦人,且撤出埃皮达鲁斯并拆毁城墙。
§5.77.2αἰ δέ κα μὴ εἴκωντι τοὶ Ἀθηναῖοι ἐξ Ἐπιδαύρω, πολεμίως ἦμεν τοῖς Ἀργείοις καὶ τοῖς Λακεδαιμονίοις καὶ τοῖς τῶν Λακεδαιμονίων ξυμμάχοις καὶ τοῖς τῶν Ἀργείων ξυμμάχοις.
如果雅典人不撤出埃皮达鲁斯,他们将被视为阿哥斯人、拉栖代梦人、拉栖代梦人的同盟国以及阿哥斯人的同盟国的共同敌人。
§5.77.3καὶ αἴ τινα τοὶ Λακεδαιμόνιοι παῖδα ἔχοντι, ἀποδόμεν ταῖς πολίεσσι πάσαις.
如果拉栖代梦人扣留了任何孩子,应将其归还给所有相关的城邦。
§5.77.4περὶ δὲ τῶ σιῶ σύματος, αἰ μὲν λῆν, τοῖς Ἐπιδαυρίοις ὅρκον δόμεν, 〈αἰ〉 δέ, αὐτὼς ὀμόσαι.
关于献给神明的祭品,如果他们愿意,应让埃皮达鲁斯人宣誓;否则,他们自己应当宣誓。
§5.77.5τὰς δὲ πόλιας τὰς ἐν Πελοποννάσῳ, καὶ μικρὰς καὶ μεγάλας, αὐτονόμως ἦμεν πάσας καττὰ πάτρια.
伯罗奔尼撒半岛内的所有城邦,无论大小,均应按照祖制享有自治权。
§5.77.6αἰ δέ κα τῶν ἐκτὸς Πελοποννάσω τις ἐπὶ τὰν Πελοπόννασον γᾶν ἴῃ ἐπὶ κακῷ, ἀλεξέμεναι ἁμόθι βωλευσαμένως, ὅπᾳ κα δικαιότατα δοκῇ τοῖς Πελοποννασίοις.
如果有任何伯罗奔尼撒半岛以外的人怀着敌意侵入伯罗奔尼撒的土地,半岛居民应当在共同协商后,以他们认为最公正的方式共同予以击退。
§5.77.7ὅσσοι δ’ ἐκτὸς Πελοποννάσω τῶν Λακεδαιμονίων ξύμμαχοί ἐντι, ἐν τῷ αὐτῷ ἐσσίονται ἐν τῷπερ καὶ τοὶ Λακεδαιμόνιοι, καὶ τοὶ τῶν Ἀργείων ξύμμαχοι ἐν τ〈ῷ αὐτῷ ἐσσίονται ἐν τῷπερ καὶ τοὶ Ἀργεῖοι〉, τὰν αὐτῶν ἔχοντες.
所有在伯罗奔尼撒半岛以外的拉栖代梦人的同盟国,应享有与拉栖代梦人相同的地位;阿哥斯人的同盟国也应享有与阿哥斯人相同的地位,并保有各自的领土。
§5.77.8ἐπιδείξαντας δὲ τοῖς ξυμμάχοις ξυμβαλέσθαι, αἴ κα αὐτοῖς δοκῇ. αἰ δέ τι δοκῇ τοῖς ξυμμάχοις, οἴκαδ’ ἀπιάλλην.
在向同盟国出示此协定后,若他们同意,则达成协议;但若同盟国有任何异议,则遣返他们。
’
”