Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.73.1-5.73.4

雅典军队撤退与同盟军败走致战事结束

第 573 段,共 917 段 · 希腊语

内容简介

雅典人陷入被拉栖代梦人包围的险境,但因国王阿基斯命令全军驰援陷入苦战的左翼,雅典人得以安全撤离。万提尼亚人和阿哥斯精锐目睹此景也转身逃跑,战斗在拉栖代梦人的简短追击中结束。

§5.73.1ὡς δὲ ταύτῃ ἐνεδεδώκει τὸ τῶν Ἀργείων καὶ ξυμμάχων στράτευμα, παρερρήγνυντο ἤδη ἅμα καὶ ἐφ’ ἑκάτερα, καὶ ἅμα τὸ δεξιὸν τῶν Λακεδαιμονίων καὶ Τεγεατῶν ἐκυκλοῦτο τῷ περιέχοντι σφῶν τοὺς Ἀθηναίους, καὶ ἀμφοτέρωθεν αὐτοὺς κίνδυνος περιειστήκει, τῇ μὲν κυκλουμένους, τῇ δὲ ἤδη ἡσσημένους.
当阿哥斯人及其盟友的军队在此处退却时,他们的战线现在也同时在两侧被突破;同时拉栖代梦人和特革亚人的右翼正用他们超出部分的兵力包围雅典人,两面危险同时逼近他们,一方面他们正在被包围,另一方面他们已经战退。
καὶ μάλιστ’ ἂν τοῦ στρατεύματος ἐταλαιπώρησαν, εἰ μὴ οἱ ἱππῆς παρόντες αὐτοῖς ὠφέλιμοι ἦσαν.
若非当时在场的骑兵给予他们援助,他们将是全军中遭受最惨重损失的一部分。
§5.73.2καὶ ξυνέβη τὸν Ἆγιν, ὡς ᾔσθετο τὸ εὐώνυμον σφῶν πονοῦν τὸ κατὰ τοὺς Μαντινέας καὶ τῶν Ἀργείων τοὺς χιλίους, παραγγεῖλαι παντὶ τῷ στρατεύματι χωρῆσαι ἐπὶ τὸ νικώμενον.
此时,阿基斯察觉到自己面对万提尼亚人和一千阿哥斯精锐的左翼正陷入苦战,便命令全军向被击退的那部分阵地驰援。
§5.73.3καὶ γενομένου τούτου οἱ μὲν Ἀθηναῖοι ἐν τούτῳ, ὡς παρῆλθε καὶ ἐξέκλινεν ἀπὸ σφῶν τὸ στράτευμα, καθ’ ἡσυχίαν ἐσώθησαν καὶ τῶν Ἀργείων μετ’ αὐτῶν τὸ ἡσσηθέν· οἱ δὲ Μαντινῆς καὶ οἱ ξύμμαχοι καὶ τῶν Ἀργείων οἱ λογάδες οὐκέτι πρὸς τὸ ἐγκεῖσθαι τοῖς ἐναντίοις τὴν γνώμην εἶχον, ἀλλ’ ὁρῶντες τούς τε σφετέρους νενικημένους καὶ τοὺς Λακεδαιμονίους ἐπιφερομένους ἐς φυγὴν ἐτράποντο.
这一命令执行后,在此期间,由于敌军从雅典人身边通过并转向他处,雅典人得以从容撤离安全脱险,与他们在一起的那部分战败的阿哥斯人也同样脱险;但万提尼亚人及其盟友以及阿哥斯的精锐部队不再意图继续紧逼对手,反而看到己方已被击败,且拉栖代梦人正向他们袭来,便转身逃跑。
§5.73.4καὶ τῶν μὲν Μαντινέων καὶ πλείους διεφθάρησαν, τῶν δὲ Ἀργείων λογάδων τὸ πολὺ ἐσώθη.
在万提尼亚人中,死伤人数较多,而阿哥斯精锐部队的大部分则得以幸免。
ἡ μέντοι φυγὴ καὶ ἀποχώρησις οὐ βίαιος οὐδὲ μακρὰ ἦν· οἱ γὰρ Λακεδαιμόνιοι μέχρι μὲν τοῦ τρέψαι χρονίους τὰς μάχας καὶ βεβαίους τῷ μένειν ποιοῦνται, τρέψαντες δὲ βραχείας καὶ οὐκ ἐπὶ πολὺ τὰς διώξεις.
然而,他们的逃跑和撤退既不仓促,也未拉得很长;因为拉栖代梦人在击溃敌人之前,总是坚守阵地,使战斗持久而稳固,但一旦击溃了敌人,他们的追击就既简短也不会深入太远。

词汇与语法注释

  1. 5.73.1τῷ περιέχοντι σφῶν — σφῶν(他们的)是所有格属格,指代句子的主语“拉栖代梦人和特革亚人的右翼”(τὸ δεξιὸν),并修饰中性分词 τῷ περιέχοντι(包围或超出部分)。这指的是右翼部队中超出雅典人战线并能包抄其侧翼的剩余兵力。
  2. 5.73.1ἂν ... ἐταλαιπώρησαν, εἰ μὴ ... ἦσαν — 这表示与过去事实相反的虚拟条件句,条件从句使用未完成过去时直陈语气(εἰ μὴ... ἦσαν),主句使用带 ἄν 的不定过去时直陈语气(ἂν ἐταλαιπώρησαν)。属格 τοῦ στρατεύματος 是部分属格,表示范围(“全军中最……”)。
  3. 5.73.2ξυνέβη τὸν Ἆγιν ... παραγγεῖλαι — 非人称动词 ξυνέβη(发生)带有一个“对格+不定式”结构(τὸν Ἆγιν... παραγγεῖλαι)作为其主语,意为“阿基斯命令……这件事情发生了(即:阿基斯最终下令……)”。中间插入的 ὡς ᾔσθετο 从句解释了导致阿基斯下达此命令的起因。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.73.1-5.73.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.73.1-5.73.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。