§5.69.1ἐπεὶ δὲ ξυνιέναι ἔμελλον ἤδη, ἐνταῦθα καὶ παραινέσεις καθ’ ἑκάστους ὑπὸ τῶν οἰκείων στρατηγῶν τοιαίδε ἐγίγνοντο, Μαντινεῦσι μὲν ὅτι ὑπέρ τε πατρίδος ἡ μάχη ἔσται καὶ ὑπὲρ ἀρχῆς ἅμα καὶ δουλείας, τὴν μὲν μὴ πειρασαμένοις ἀφαιρεθῆναι, τῆς δὲ μὴ αὖθις πειρᾶσθαι·
当他们即将交战时,各军的将军在现场对各自的部队作了如下的劝勉。 对曼提内亚人说:这场战斗不仅是为了祖国,同时也是为了统治权和奴役——为了不让那从未经历过统治权的他们被剥夺,也为了不让他们再次尝到奴役的滋味。
Ἀργείοις δὲ ὑπὲρ τῆς τε παλαιᾶς ἡγεμονίας καὶ τῆς ἐν Πελοποννήσῳ ποτὲ ἰσομοιρίας μὴ διὰ παντὸς στερισκομένους ἀνέχεσθαι, καὶ ἄνδρας ἅμα ἐχθροὺς καὶ ἀστυγείτονας ὑπὲρ πολλῶν ἀδικημάτων ἀμύνασθαι·
对阿哥斯人说:不要容忍永久失去他们昔日的霸权以及曾在伯罗奔尼撒拥有的平分秋色的地位,同时也为了许多不义之举,向既是仇敌又是邻居的那些人进行报复。
τοῖς δὲ Ἀθηναίοις καλὸν εἶναι μετὰ πολλῶν καὶ ἀγαθῶν ξυμμάχων ἀγωνιζομένους μηδενὸς λείπεσθαι, καὶ ὅτι ἐν Πελοποννήσῳ Λακεδαιμονίους νικήσαντες τήν τε ἀρχὴν βεβαιοτέραν καὶ μείζω ἕξουσι καὶ οὐ μή ποτέ τις αὐτοῖς ἄλλος ἐς τὴν γῆν ἔλθῃ.
对雅典人说:在与众多优秀的盟友并肩作战时,不逊色于任何人是一件光荣的事;而且,如果在伯罗奔尼撒击败拉栖代梦人,他们自己的帝国就会变得更加巩固和庞大,并且再也不会有其他人入侵他们的土地。
§5.69.2τοῖς μὲν Ἀργείοις καὶ ξυμμάχοις τοιαῦτα παρῃνέθη, Λακεδαιμόνιοι δὲ καθ’ ἑκάστους τε καὶ μετὰ τῶν πολεμικῶν νόμων ἐν σφίσιν αὐτοῖς ὧν ἠπίσταντο τὴν παρακέλευσιν τῆς μνήμης ἀγαθοῖς οὖσιν ἐποιοῦντο, εἰδότες ἔργων ἐκ πολλοῦ μελέτην πλείω σῴζουσαν ἢ λόγων δι’ ὀλίγου καλῶς ῥηθεῖσαν παραίνεσιν.
对阿哥斯人及其盟友的劝勉便是如此。 而拉栖代梦人则无论是个别地还是伴随着他们的军乐,在他们自己中间通过唤起他们所熟知之事的记忆来进行劝勉,因为他们本身就是勇士,并且深知:长久以来在行动中的训练,比在短时间内说得天花乱坠的言辞劝勉,更能带来拯救与安全。