§5.68.1τάξις μὲν ἥδε καὶ παρασκευὴ ἀμφοτέρων ἦν, τὸ δὲ στρατόπεδον τῶν Λακεδαιμονίων μεῖζον ἐφάνη.
双方的阵形与准备便是如此,而拉栖代梦人的军队显得更为庞大。
§5.68.2ἀριθμὸν δὲ γράψαι ἢ καθ’ ἑκάστους ἑκατέρων ἢ ξύμπαντας οὐκ ἂν ἐδυνάμην ἀκριβῶς· τὸ μὲν γὰρ Λακεδαιμονίων πλῆθος διὰ τῆς πολιτείας τὸ κρυπτὸν ἠγνοεῖτο, τῶν δ’ αὖ διὰ τὸ ἀνθρώπειον κομπῶδες ἐς τὰ οἰκεῖα πλήθη ἠπιστεῖτο.
但我无法准确地写下他们双方各自或全体的人数;因为拉栖代梦人的兵力由于其政体的隐秘性而无法为人所知,而其他人的兵力则因为人类对自身数量夸大其词的虚荣心而不易令人信服。
ἐκ μέντοι τοιοῦδε λογισμοῦ ἔξεστί τῳ σκοπεῖν τὸ Λακεδαιμονίων τότε παραγενόμενον πλῆθος.
然而,通过如下的计算,人们可以推测出当时参战的拉栖代梦人的数量。
§5.68.3λόχοι μὲν γὰρ ἐμάχοντο ἑπτὰ ἄνευ Σκιριτῶν ὄντων ἑξακοσίων, ἐν δὲ ἑκάστῳ λόχῳ πεντηκοστύες ἦσαν τέσσαρες, καὶ ἐν τῇ πεντηκοστύι ἐνωμοτίαι τέσσαρες.
因为当时有七个连队参战,不包括那六百名斯基里泰人;每个连队中有四个五十人队,每个五十人队中有四个誓言队。
τῆς τε ἐνωμοτίας ἐμάχοντο ἐν τῷ πρώτῳ ζυγῷ τέσσαρες·
在每个誓言队中,有四名士兵在最前一排战斗。
ἐπὶ δὲ βάθος ἐτάξαντο μὲν οὐ πάντες ὁμοίως, ἀλλ᾽ ὡς λοχαγὸς ἕκαστος ἐβούλετο, ἐπὶ πᾶν δὲ κατέστησαν ἐπὶ ὀκτώ.
至于纵深的深度,他们并非全都排得一样,而是各连队队长根据自己的意愿决定,但总体上他们排成了八人的深度。
παρὰ δὲ ἅπαν πλὴν Σκιριτῶν τετρακόσιοι καὶ δυοῖν δέοντες πεντήκοντα ἄνδρες ἡ πρώτη τάξις ἦν.
因此,除了斯基里泰人之外,在整个战线上,最前一排共有四百四十八人。