§5.67.1τότε δὲ κέρας μὲν εὐώνυμον Σκιρῖται αὐτοῖς καθίσταντο, αἰεὶ ταύτην τὴν τάξιν μόνοι Λακεδαιμονίων ἐπὶ σφῶν αὐτῶν ἔχοντες·
当时,斯基里泰人部署在他们的左翼,他们是拉栖代梦人中唯一始终独自占有这一位置的部队。
παρὰ δ’ αὐτοὺς οἱ ἀπὸ Θρᾴκης Βρασίδειοι στρατιῶται καὶ νεοδαμώδεις μετ’ αὐτῶν·
紧挨着他们的是从色雷斯归来的伯拉西达斯麾下的士兵,以及与他们在一起的新公民兵。
ἔπειτ’ ἤδη Λακεδαιμόνιοι αὐτοὶ ἑξῆς καθίστασαν τοὺς λόχους, καὶ παρ’ αὐτοὺς Ἀρκάδων Ἡραιῆς, μετὰ δὲ τούτους Μαινάλιοι, καὶ ἐπὶ τῷ δεξιῷ κέρᾳ Τεγεᾶται καὶ Λακεδαιμονίων ὀλίγοι τὸ ἔσχατον ἔχοντες, καὶ οἱ ἱππῆς αὐτῶν ἐφ’ ἑκατέρῳ τῷ κέρᾳ.
此后,拉栖代梦人自己依次部署了各个连队;紧挨着他们的是阿卡迪亚的赫赖亚人,在他们之后是迈纳利亚人;在右翼则是特格亚人,以及占领最边缘位置的少数拉栖代梦人;而他们的骑兵则部署在左右两翼。
§5.67.2Λακεδαιμόνιοι μὲν οὕτως ἐτάξαντο·
拉栖代梦人便是如此排兵布阵的。
οἱ δ’ ἐναντίοι αὐτοῖς δεξιὸν μὲν κέρας Μαντινῆς εἶχον, ὅτι ἐν τῇ ἐκείνων τὸ ἔργον ἐγίγνετο, παρὰ δ’ αὐτοὺς οἱ ξύμμαχοι Ἀρκάδων ἦσαν, ἔπειτα Ἀργείων οἱ χίλιοι λογάδες, οἷς ἡ πόλις ἐκ πολλοῦ ἄσκησιν τῶν ἐς τὸν πόλεμον δημοσίᾳ παρεῖχε, καὶ ἐχόμενοι αὐτῶν οἱ ἄλλοι Ἀργεῖοι, καὶ μετ’ αὐτοὺς οἱ ξύμμαχοι αὐτῶν, Κλεωναῖοι καὶ Ὀρνεᾶται, ἔπειτα Ἀθηναῖοι ἔσχατοι τὸ εὐώνυμον κέρας ἔχοντες, καὶ ἱππῆς μετ’ αὐτῶν οἱ οἰκεῖοι.
而他们的对手中,曼提内亚人占领了右翼,因为战事发生在他们的领土上;紧挨着他们的是阿卡迪亚的盟军,随后是阿耳戈斯人的一千精锐部队,国家长期以来一直以公费为他们提供军事训练;紧挨着他们的是其他阿耳戈斯人,在他们之后是其盟友克莱奥奈人和奥尔内亚人;最后则是雅典人,他们占领了最左翼,并有他们自己的骑兵与他们在一起。