§5.66.1τῇ δ’ ὑστεραίᾳ οἵ τε Ἀργεῖοι καὶ οἱ ξύμμαχοι ξυνετάξαντο, ὡς ἔμελλον μαχεῖσθαι, ἢν περιτύχωσιν·
次日,阿耳戈斯人及其盟友摆好阵势,准备在遭遇敌军时进行战斗。
οἵ τε Λακεδαιμόνιοι ἀπὸ τοῦ ὕδατος πρὸς τὸ Ἡράκλειον πάλιν ἐς τὸ αὐτὸ στρατόπεδον ἰόντες ὁρῶσι δι’ ὀλίγου τοὺς ἐναντίους ἐν τάξει τε ἤδη πάντας καὶ ἀπὸ τοῦ λόφου προεληλυθότας.
而拉栖代梦人在从水源地回到赫拉克勒斯神庙附近的同一营地途中,突然看到不远处的敌军已经全部排好阵势,并从丘陵上走了下来。
§5.66.2μάλιστα δὴ Λακεδαιμόνιοι ἐς ὃ ἐμέμνηντο ἐν τούτῳ τῷ καιρῷ ἐξεπλάγησαν.
正是在这一时刻,拉栖代梦人感到了在他们记忆中所未曾有过的极大惊恐。
διὰ βραχείας γὰρ μελλήσεως ἡ παρασκευὴ αὐτοῖς ἐγίγνετο, καὶ εὐθὺς ὑπὸ σπουδῆς καθίσταντο ἐς κόσμον τὸν ἑαυτῶν, Ἄγιδος τοῦ βασιλέως ἕκαστα ἐξηγουμένου κατὰ τὸν νόμον.
因为他们几乎没有准备的时间,只得在国王阿吉斯依法指示各项事务的同时,立即仓促地投入到各自的战斗序列之中。
§5.66.3βασιλέως γὰρ ἄγοντος ὑπ’ ἐκείνου πάντα ἄρχεται, καὶ τοῖς μὲν πολεμάρχοις αὐτὸς φράζει τὸ δέον, οἱ δὲ τοῖς λοχαγοῖς, ἐκεῖνοι δὲ τοῖς πεντηκοντῆρσιν, αὖθις δ’ οὗτοι τοῖς ἐνωμοτάρχοις καὶ οὗτοι τῇ ἐνωμοτίᾳ.
因为当国王统领军队时,一切命令皆由他发起:国王亲自向军事长官(波勒马科斯)传达旨意,他们再传达给连长(洛哈戈斯),后者传达给五十人队长(彭特康特),再由他们传达给排长(埃诺莫塔克),最后由排长传达给各自的排(埃诺莫蒂亚)。
§5.66.4καὶ αἱ παραγγέλσεις, ἤν τι βούλωνται, κατὰ τὰ αὐτὰ χωροῦσι καὶ ταχεῖαι ἐπέρχονται·
并且,如果有任何命令要传达,也会按照相同的途径迅速下达。
σχεδὸν γάρ τι πᾶν πλὴν ὀλίγου τὸ στρατόπεδον τῶν Λακεδαιμονίων ἄρχοντες ἀρχόντων εἰσί, καὶ τὸ ἐπιμελὲς τοῦ δρωμένου πολλοῖς προσήκει.
因为除了少数人之外,拉栖代梦人的整支军队几乎全是由“指挥官的指挥官”组成,对所执行之事务的监督责任落在了许多人的身上。