§5.65.1οἱ δ’ Ἀργεῖοι καὶ οἱ ξύμμαχοι ὡς εἶδον αὐτούς, καταλαβόντες χωρίον ἐρυμνὸν καὶ δυσπρόσοδον παρετάξαντο ὡς ἐς μάχην.
阿耳戈斯人及其盟友看见他们后,便占据了一处险峻且难以接近的地方,摆出了战斗阵势。
§5.65.2καὶ οἱ Λακεδαιμόνιοι εὐθὺς αὐτοῖς ἐπῇσαν·
拉栖代梦人立即向他们发起进攻。
καὶ μέχρι μὲν λίθου καὶ ἀκοντίου βολῆς ἐχώρησαν, ἔπειτα τῶν πρεσβυτέρων τις Ἄγιδι ἐπεβόησεν, ὁρῶν πρὸς χωρίον καρτερὸν ἰόντας σφᾶς, ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι, δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν ἀνάληψιν βουλόμενον εἶναι.
就在他们推进到石块和标枪的射程之内时,一位长者见他们正向一处险要之地进军,便朝阿吉斯大喊,说他是想“用恶来医治恶”,意指他想用眼前这不合时宜的热忱,来挽回此前从阿耳戈斯那次备受指责的撤退。
§5.65.3ὁ δέ, εἴτε καὶ διὰ τὸ ἐπιβόημα εἴτε καὶ αὐτῷ ἄλλο τι ἢ κατὰ τὸ αὐτὸ δόξαν ἐξαίφνης, πάλιν τὸ στράτευμα κατὰ τάχος πρὶν ξυμμεῖξαι ἀπῆγεν.
然而阿吉斯,不知是因为这一声呼喊,还是因为他自己突然有了相同或别的想法,在两军交锋之前,便急忙将军队撤了回去。
§5.65.4καὶ ἀφικόμενος πρὸς τὴν Τεγεᾶτιν τὸ ὕδωρ ἐξέτρεπεν ἐς τὴν Μαντινικήν, περὶ οὗπερ ὡς τὰ πολλὰ βλάπτοντος ὁποτέρωσε ἂν ἐσπίπτῃ Μαντινῆς καὶ Τεγεᾶται πολεμοῦσιν.
他在抵达特革亚领土后,便将水源引向曼提尼亚领土;关于这一水源,由于不论流向哪一方都会造成巨大损害,曼提尼亚人和特革亚人经常为此发生战争。
ἐβούλετο δὲ τοὺς ἀπὸ τοῦ λόφου βοηθοῦντας ἐπὶ τὴν τοῦ ὕδατος ἐκτροπήν, ἐπειδὰν πύθωνται, καταβιβάσαι [τοὺς Ἀργείους καὶ τοὺς ξυμμάχους ] καὶ ἐν τῷ ὁμαλῷ τὴν μάχην ποιεῖσθαι.
他希望,当丘陵上的阿耳戈斯人及其盟友得知引水之事并下来阻拦时,能将他们引下山,并在平原上进行战斗。
§5.65.5καὶ ὁ μὲν τὴν ἡμέραν ταύτην μείνας αὐτοῦ περὶ τὸ ὕδωρ ἐξέτρεπεν·
于是阿吉斯当天留在此处,继续引水。
οἱ δ’ Ἀργεῖοι καὶ οἱ ξύμμαχοι τὸ μὲν πρῶτον καταπλαγέντες τῇ ἐξ ὀλίγου αἰφνιδίῳ αὐτῶν ἀναχωρήσει οὐκ εἶχον ὅτι εἰκάσωσιν·
而阿耳戈斯人及其盟友起初因对方突然且出人意料的撤退而大为惊愕,不知如何解释。
εἶτα ἐπειδὴ ἀναχωροῦντες ἐκεῖνοί τε ἀπέκρυψαν καὶ σφεῖς ἡσύχαζον καὶ οὐκ ἐπηκολούθουν, ἐνταῦθα τοὺς ἑαυτῶν στρατηγοὺς αὖθις ἐν αἰτίᾳ εἶχον τό τε πρότερον καλῶς ληφθέντας πρὸς Ἄργει Λακεδαιμονίους ἀφεθῆναι καὶ νῦν ὅτι ἀποδιδράσκοντας οὐδεὶς ἐπιδιώκει, ἀλλὰ καθ’ ἡσυχίαν οἱ μὲν σῴζονται, σφεῖς δὲ προδίδονται.
随后,当对方撤退到视线之外,而他们自己也按兵不动、没有追击时,他们便再次指责起自己的将军们,一是因为先前在阿耳戈斯附近本已将拉栖代梦人合围却放走了他们,二是因为现在对方逃跑却无人追击,以至于敌人得以安然脱险,而他们自己却被出卖了。
§5.65.6οἱ δὲ στρατηγοὶ ἐθορυβήθησαν μὲν τὸ παραυτίκα, ὕστερον δὲ ἀπάγουσιν αὐτοὺς ἀπὸ τοῦ λόφου καὶ προελθόντες ἐς τὸ ὁμαλὸν ἐστρατοπεδεύσαντο ὡς ἰόντες ἐπὶ τοὺς πολεμίους.
将军们当时虽然感到惊慌,但随后便把他们带下丘陵,前进到平原地带安营扎寨,准备向敌军发起进攻。