§5.62.1μετὰ δὲ τοῦτο ἔχοντες ἤδη τὸν Ὀρχομενὸν ἐβουλεύοντο οἱ ξύμμαχοι ἐφ’ ὅτι χρὴ πρῶτον ἰέναι τῶν λοιπῶν.
此后,已经占领了奥尔科梅诺斯的盟军商议,在其余的地方中应当首先向哪一个进军。
καὶ Ἠλεῖοι μὲν ἐπὶ Λέπρεον ἐκέλευον, Μαντινῆς δὲ ἐπὶ Τεγέαν· καὶ προσέθεντο οἱ Ἀργεῖοι καὶ Ἀθηναῖοι τοῖς Μαντινεῦσιν.
伊利斯人主张前往莱普雷翁,而曼提内亚人主张前往特格亚;阿耳戈斯人和雅典人则赞同曼提内亚人的意见。
§5.62.2καὶ οἱ μὲν Ἠλεῖοι ὀργισθέντες ὅτι οὐκ ἐπὶ Λέπρεον ἐψηφίσαντο ἀνεχώρησαν ἐπ’ οἴκου· οἱ δὲ ἄλλοι ξύμμαχοι παρεσκευάζοντο ἐν τῇ Μαντινείᾳ ὡς ἐπὶ Τεγέαν ἰόντες.
于是,伊利斯人因大家没有表决前往莱普雷翁而感到愤怒,便返回了家园;而其余的盟友则在曼提内亚进行准备,打算向特格亚进军。
καί τινες αὐτοῖς καὶ αὐτῶν τῶν ἐν τῇ πόλει ἐνεδίδοσαν τὰ πράγματα.
而且,该城内部的部分市民也正企图向他们暗中出卖城邦。