Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.63.1-5.63.4

斯巴达对阿基斯的惩戒与设立十人顾问

第 563 段,共 917 段 · 希腊语

内容简介

斯巴达人对国王阿基斯未能利用良机征服阿耳戈斯并私自休战感到愤怒,加之奥尔科梅诺斯失守,企图对其处以罚款并拆毁其房屋。阿基斯请求宽免并承诺立功赎罪以推迟处罚,斯巴达人随后制定新法,选派十名顾问以限制和监督国王的军事统帅权。

§5.63.1Λακεδαιμόνιοι δὲ ἐπειδὴ ἀνεχώρησαν ἐξ Ἄργους τὰς τετραμήνους σπονδὰς ποιησάμενοι, Ἆγιν ἐν μεγάλῃ αἰτίᾳ εἶχον οὐ χειρωσάμενον σφίσιν Ἄργος, παρασχὸν καλῶς ὡς οὔπω πρότερον αὐτοὶ ἐνόμιζον· ἁθρόους γὰρ τοσούτους ξυμμάχους καὶ τοιούτους οὐ ῥᾴδιον εἶναι λαβεῖν.
拉栖代梦人在缔结了四个月的停战协定并从阿耳戈斯撤退之后,对阿基斯进行了严厉的指责,因为他未能为他们征服阿耳戈斯,而当时正有着他们认为前所未有的绝佳机会;因为在他们看来,要一次聚集起如此之多且如此优秀的盟友绝非易事。
§5.63.2ἐπειδὴ δὲ καὶ περὶ Ὀρχομενοῦ ἠγγέλλετο ἑαλωκέναι, πολλῷ δὴ μᾶλλον ἐχαλέπαινον καὶ ἐβούλευον εὐθὺς ὑπ’ ὀργῆς παρὰ τὸν τρόπον τὸν ἑαυτῶν ὡς χρὴ τήν τε οἰκίαν αὐτοῦ κατασκάψαι καὶ δέκα μυριάσι δραχμῶν ζημιῶσαι.
而当关于奥尔科梅诺斯也已被攻陷的消息传来时,他们更加愤怒,在怒火中立时违背了他们一贯的作风,主张必须将他的房屋夷为平地,并处以十万德拉克马的罚款。
§5.63.3ὁ δὲ παρῃτεῖτο μηδὲν τούτων δρᾶν· ἔργῳ γὰρ ἀγαθῷ ῥύσεσθαι τὰς αἰτίας στρατευσάμενος, ἢ τότε ποιεῖν αὐτοὺς ὅτι βούλονται.
但他请求他们不要做这些事;因为他表示,自己将通过出征并以立功来洗刷这些指责,否则,到那时他们可以对他做任何他们想做的事。
§5.63.4οἱ δὲ τὴν μὲν ζημίαν καὶ τὴν κατασκαφὴν ἐπέσχον, νόμον δὲ ἔθεντο ἐν τῷ παρόντι, ὃς οὔπω πρότερον ἐγένετο αὐτοῖς· δέκα γὰρ ἄνδρας Σπαρτιατῶν προσείλοντο αὐτῷ ξυμβούλους, ἄνευ ὧν μὴ κύριον εἶναι ἀπάγειν στρατιὰν ἐκ τῆς πόλεως.
于是他们暂停了罚款和拆毁房屋的处罚,但目前制定了一条他们以前从未有过的法律:因为他们为他挑选了十位斯巴达人作为顾问,没有他们的同意,他无权带领军队离开城邦。

词汇与语法注释

  1. 5.63.1παρασχὸν — 无人称动词 παρέχει(意为“提供机会”)的现在分词中性单数宾格 `παρασχὸν` 构成的宾格绝对结构,在此处表示让步(“尽管提供了绝佳的机会”)。
  2. 5.63.1εἶναι — 在由连词 γάρ(“因为”)引导的因果从句中,使用间接引语中的不定式,表示斯巴达人主观的理由(隐含“因为他们认为……”),其主语为整个不定式短语。
  3. 5.63.2ἑαλωκέναι — 动词 ἁλίσκομαι(意为“被占领”)的完成时不定式,作为被动无人称动词 ἠγγέλλετο(意为“据报道……”)的主语从句,具体涉及的对象由介词短语 περὶ Ὀρχομενοῦ 给出。
  4. 5.63.3ῥύσεσθαι — 动词 ῥύομαι(意为“洗刷、救赎”)的将来时不定式,位于紧随请求动词 `παρῃτεῖτο` 后的 γάρ 从句中,用于转述阿基斯本人对未来意图的陈述(“因为他说他将要……”)。
  5. 5.63.4κύριον εἶναι — 不定式 `εἶναι` 及其表语形容词 `κύριον`(意为“有权力的”)。这是用于具体规定新法律(νόμον)内容的说明性不定式(意为“不得有权……”),主语(阿基斯)在文脉中被省略。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.63.1-5.63.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.63.1-5.63.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。