Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.61.1-5.61.5

雅典援军抵达与奥尔科梅诺斯投降

第 561 段,共 917 段 · 希腊语

内容简介

随着雅典援军的抵达,在阿尔西比亚德斯等人的劝说下,同盟军进攻并包围了阿卡迪亚的奥尔科梅诺斯,迫使其投降并加入同盟。

§5.61.1μετὰ δὲ τοῦτο Ἀθηναίων βοηθησάντων χιλίων ὁπλιτῶν καὶ τριακοσίων ἱππέων, ὧν ἐστρατήγουν Λάχης καὶ Νικόστρατος, οἱ Ἀργεῖοι (ὅμως γὰρ τὰς σπονδὰς ὤκνουν λῦσαι πρὸς τοὺς Λακεδαιμονίους) ἀπιέναι ἐκέλευον αὐτοὺς καὶ πρὸς τὸν δῆμον οὐ προσῆγον βουλομένους χρηματίσαι, πρὶν δὴ Μαντινῆς καὶ Ἠλεῖοι (ἔτι γὰρ παρῆσαν) κατηνάγκασαν δεόμενοι.
此后,由拉刻斯和尼科斯特拉托斯担任将军率领的一千名重装步兵和三百名骑兵的雅典援军抵达,阿耳戈斯人(因为他们仍然迟疑于打破与拉刻代蒙人的休战协定)却命令他们离去,尽管雅典人希望进行交涉,阿耳戈斯人也不让他们去民会,直到仍在场的曼提内亚人和伊利斯人向他们哀求并强迫他们这么做。
§5.61.2καὶ ἔλεγον οἱ Ἀθηναῖοι Ἀλκιβιάδου πρεσβευτοῦ παρόντος ἔν τε τοῖς Ἀργείοις καὶ ξυμμάχοις ταῦτα, ὅτι οὐκ ὀρθῶς αἱ σπονδαὶ ἄνευ τῶν ἄλλων ξυμμάχων καὶ γένοιντο, καὶ νῦν (ἐν καιρῷ γὰρ παρεῖναι σφεῖς) ἅπτεσθαι χρῆναι τοῦ πολέμου.
雅典人在作为使节同席的阿尔西比亚德斯在场的情况下,对阿耳戈斯人和盟友说了这些话:未经其他盟友同意而缔结休战是不正确的;现在(因为他们自己来得正是时候),应当着手进行战争。
§5.61.3καὶ πείσαντες ἐκ τῶν λόγων τοὺς ξυμμάχους εὐθὺς ἐχώρουν ἐπὶ Ὀρχομενὸν τὸν Ἀρκαδικὸν πάντες πλὴν Ἀργείων· οὗτοι δὲ ὅμως καὶ πεισθέντες ὑπελείποντο πρῶτον, ἔπειτα δ᾽ ὕστερον καὶ οὗτοι ἦλθον.
他们用言辞说服了盟友,随后除了阿耳戈斯人之外,所有人立即向阿卡迪亚的奥尔科梅诺斯进军;阿耳戈斯人虽然也被说服,但起初留了下来,不过后来他们也来了。
§5.61.4καὶ προσκαθεζόμενοι τὸν Ὀρχομενὸν πάντες ἐπολιόρκουν καὶ προσβολὰς ἐποιοῦντο, βουλόμενοι ἄλλως τε προσγενέσθαι σφίσι καὶ ὅμηροι ἐκ τῆς Ἀρκαδίας ἦσαν αὐτόθι ὑπὸ Λακεδαιμονίων κείμενοι.
他们全体驻扎在奥尔科梅诺斯并包围了它,发起进攻。 这不仅是因为他们出于其他原因希望将该地争取过来,还因为那里留有拉刻代蒙人所安置的来自阿卡迪亚的人质。
§5.61.5οἱ δὲ Ὀρχομένιοι δείσαντες τήν τε τοῦ τείχους ἀσθένειαν καὶ τοῦ στρατοῦ τὸ πλῆθος καί, ὡς οὐδεὶς αὐτοῖς ἐβοήθει, μὴ προαπόλωνται, ξυνέβησαν ὥστε ξύμμαχοί τε εἶναι καὶ ὁμήρους σφῶν τε αὐτῶν δοῦναι Μαντινεῦσι καὶ οὓς κατέθεντο Λακεδαιμόνιοι παραδοῦναι.
奥尔科梅诺斯人一方面担心城墙的薄弱和敌军的众多,另一方面由于无人救援,担心在获得帮助前便被消灭,于是达成了协议:成为盟友,向曼提内亚人提供他们自己的人质,并交出拉刻代蒙人所安置的人质。

词汇与语法注释

  1. §5.61.1Ἀθηναίων βοηθησάντων χιλίων ὁπλιτῶν — 属格绝对结构,表示时间及背景状况(“当雅典的援军抵达时”)。
  2. §5.61.1βουλομένους χρηματίσαι — 宾格现在分词 `βουλομένους` 修饰前面的代词 `αὐτούς`(雅典人),在此具有让步意味(“尽管他们希望进行交涉”)。
  3. §5.61.2ὅτι οὐκ ὀρθῶς αἱ σπονδαὶ ἄνευ τῶν ἄλλων ξυμμάχων καὶ γένοιντο, καὶ νῦν ... ἅπτεσθαι χρῆναι τοῦ πολέμου — 间接引语中的句法转换。前半句由连词 `ὅ提` 引导并使用祈愿语气 `γένοιντο`(间接引语中的祈愿语气),而后半句自 `καὶ νῦν ...` 起则平滑地过渡到由 `ἔλεγον` 所支配的带宾格的不定式结构(`χρῆναι`)。
  4. §5.61.5μὴ προαπόλωνται — 由表示恐惧的分词 `δείσαντες` 引导的恐惧从句。虽然从属于过去时态的动作,但此处保留了虚拟语气 `προαπόλωνται` 而非祈愿语气,从而增强了叙事的生动感。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.61.1-5.61.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.61.1-5.61.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。