§5.60.1καὶ οἱ μὲν ταῦτα εἰπόντες τῶν Ἀργείων ἀφ’ ἑαυτῶν καὶ οὐ τοῦ πλήθους κελεύσαντος εἶπον·
那些说这番话的阿耳戈斯人并非受民众指示,而是凭自己的意愿说的。
καὶ ὁ Ἆγις δεξάμενος τοὺς λόγους αὐτός, καὶ οὐ μετὰ τῶν πλεόνων οὐδὲ αὐτὸς βουλευσάμενος ἀλλ’ ἢ ἑνὶ ἀνδρὶ κοινώσας τῶν ἐν τέλει ξυστρατευομένων, σπένδεται τέσσαρας μῆνας, ἐν οἷς ἔδει ἐπιτελέσαι αὐτοὺς τὰ ῥηθέντα.
阿吉斯自己接受了这些话,他自己也没有与多数人商议,而只是与随军参战的执政官中的一人商议后,便缔结了为期四个月的休战协定,在此期间他们必须履行所言明的协定。
καὶ ἀπήγαγε τὸν στρατὸν εὐθύς, οὐδενὶ φράσας τῶν ἄλλων ξυμμάχων.
随后他立即撤走了军队,没有向其他任何盟友透露。
§5.60.2οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι εἵποντο μὲν ὡς ἡγεῖτο διὰ τὸν νόμον, ἐν αἰτίᾳ δ᾽ εἶχον κατ’ ἀλλήλους πολλῇ τὸν Ἆγιν, νομίζοντες ἐν καλῷ παρατυχὸν σφίσι ξυμβαλεῖν καὶ πανταχόθεν αὐτῶν ἀποκεκλῃμένων καὶ ὑπὸ ἱππέων καὶ πεζῶν οὐδὲν δράσαντες ἄξιον τῆς παρασκευῆς ἀπιέναι.
拉刻代蒙人及盟军虽然因为法律的缘故跟着他撤退,但在他们彼此之间对阿吉斯充满了极大的指责,他们认为,尽管向他们提供了一个交战的绝佳好机,且敌人在各处都被骑兵和步兵所包围,他们却在没有做出任何配得上这次准备的成果的情况下便撤退了。
§5.60.3στρατόπεδον γὰρ δὴ τοῦτο κάλλιστον Ἑλληνικὸν τῶν μέχρι τοῦδε ξυνῆλθεν·
因为这确实是迄今为止集结起来的最优秀的希腊军队。
ὤφθη δὲ μάλιστα ἕως ἔτι ἦν ἁθρόον ἐν Νεμέᾳ, ἐν ᾧ Λακεδαιμόνιοί τε πανστρατιᾷ ἦσαν καὶ Ἀρκάδες καὶ Βοιωτοὶ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Πελληνῆς καὶ Φλειάσιοι καὶ Μεγαρῆς, καὶ οὗτοι πάντες λογάδες ἀφ’ ἑκάστων, ἀξιόμαχοι δοκοῦντες εἶναι οὐ τῇ Ἀργείων μόνον ξυμμαχίᾳ ἀλλὰ κἂν ἄλλῃ ἔτι προσγενομένῃ.
当它还在内梅亚集结时,其全貌最为壮观,其中有拉刻代蒙人的全军,以及阿卡迪亚人、波奥蒂亚人、科林斯人、西库翁人、佩莱内人、弗利乌斯人和麦加拉人。 而且这些人全都是从各邦选拔出来的精锐,被认为不仅足以对抗阿耳戈斯人的同盟,即使再加上其他同盟也足以应付。
§5.60.4τὸ μὲν οὖν στρατόπεδον οὕτως ἐν αἰτίᾳ ἔχοντες τὸν Ἆγιν ἀνεχώρουν τε καὶ διελύθησαν ἐπ’ οἴκου ἕκαστοι,
因此,全军在这样指责阿吉斯的情况下撤退了,并且各自解散回家。
§5.60.5Ἀργεῖοι δὲ καὶ αὐτοὶ ἔτι ἐν πολλῷ πλέονι αἰτίᾳ εἶχον τοὺς σπεισαμένους ἄνευ τοῦ πλήθους, νομίζοντες κἀκεῖνοι μὴ ἂν σφίσι ποτὲ κάλλιον παρασχὸν Λακεδαιμονίους διαπεφευγέναι· πρός τε γὰρ τῇ σφετέρᾳ πόλει καὶ μετὰ πολλῶν καὶ ἀγαθῶν ξυμμάχων τὸν ἀγῶνα ἂν γίγνεσθαι.
而阿耳戈斯人自己也对那些未经民众同意便缔结休战协定的人报以更深重的指责,因为他们也认为再也不会有比这更好的机会呈现给他们,而拉刻代蒙人却逃脱了;因为这场战斗原本是在他们自己的城市附近,且与众多优秀的盟友一起进行的。
§5.60.6τόν τε Θράσυλον ἀναχωρήσαντες ἐν τῷ Χαράδρῳ, οὗπερ τὰς ἀπὸ στρατείας δίκας πρὶν ἐσιέναι κρίνουσιν, ἤρξαντο λεύειν.
他们退回后,在哈拉德罗斯河畔(在进城之前,他们就在那里审判因远征引起的诉讼)开始用石头砸斯拉叙洛斯。
ὁ δὲ καταφυγὼν ἐπὶ τὸν βωμὸν περιγίγνεται· τὰ μέντοι χρήματα ἐδήμευσαν αὐτοῦ.
他逃到祭坛旁才得以幸免,然而,他们没收了他的财产。