§5.59.1οἱ δὲ Ἀργεῖοι γνόντες ἐβοήθουν ἡμέρας ἤδη ἐκ τῆς Νεμέας, καὶ περιτυχόντες τῷ Φλειασίων καὶ Κορινθίων στρατοπέδῳ τῶν μὲν Φλειασίων ὀλίγους ἀπέκτειναν, ὑπὸ δὲ τῶν Κορινθίων αὐτοὶ οὐ πολλῷ πλείους διεφθάρησαν.
而阿耳戈斯人发觉后,已于白日从内梅亚出发前来增援,他们遭遇了弗利乌斯人和科林斯人的部队,杀死了少数弗利乌斯人,但他们自己被科林斯人杀死的也并不比这多多少。
§5.59.2καὶ οἱ Βοιωτοὶ καὶ οἱ Μεγαρῆς καὶ οἱ Σικυώνιοι ἐχώρουν, ὥσπερ εἴρητο αὐτοῖς, ἐπὶ τῆς Νεμέας, καὶ τοὺς Ἀργείους οὐκέτι κατέλαβον, ἀλλὰ καταβάντες, ὡς ἑώρων τὰ ἑαυτῶν δῃούμενα, ἐς μάχην παρετάσσοντο.
波奥蒂亚人、麦加拉人和西库翁人也照命令向内梅亚进军,但没有在那里遇到阿耳戈斯人,于是他们下山,看到自己的领土正遭受蹂躏,便排开阵势准备交战。
ἀντιπαρεσκευάζοντο δὲ καὶ οἱ Λακεδαιμόνιοι.
拉刻代蒙人也在对阵的一侧作好了准备。
§5.59.3ἐν μέσῳ δὲ ἀπειλημμένοι ἦσαν οἱ Ἀργεῖοι· ἐκ μὲν γὰρ τοῦ πεδίου οἱ Λακεδαιμόνιοι εἶργον τῆς πόλεως καὶ οἱ μετ’ αὐτῶν, καθύπερθεν δὲ Κορίνθιοι καὶ Φλειάσιοι καὶ Πελληνῆς, τὸ δὲ πρὸς Νεμέας Βοιωτοὶ καὶ Σικυώνιοι καὶ Μεγαρῆς.
阿耳戈斯人被包围在中间:因为在平原方向,拉刻代蒙人及其同盟军切断了他们与城市的联系;在上方,有科林斯人、弗利乌斯人和佩莱内人;而在通往内梅亚的方向,有波奥蒂亚人、西库翁人和麦加拉人。
ἵπποι δὲ αὐτοῖς οὐ παρῆσαν· οὐ γάρ πω οἱ Ἀθηναῖοι μόνοι τῶν ξυμμάχων ἧκον.
他们没有骑兵,因为他们的盟友中,唯有雅典人尚未到达。
§5.59.4τὸ μὲν οὖν πλῆθος τῶν Ἀργείων καὶ τῶν ξυμμάχων οὐχ οὕτω δεινὸν τὸ παρὸν ἐνόμιζον, ἀλλ’ ἐν καλῷ ἐδόκει ἡ μάχη ἔσεσθαι, καὶ τοὺς Λακεδαιμονίους ἀπειληφέναι ἐν τῇ αὐτῶν τε καὶ πρὸς τῇ πόλει.
因此,阿耳戈斯人和盟军的普通士兵并不认为当前的局势有多么危险,反而觉得这场战斗将在有利的形势下进行,并且他们已经在自己的领土内且靠近城市的地方合围了拉刻代蒙人。
§5.59.5τῶν δὲ Ἀργείων δύο ἄνδρες, Θράσυλός τε τῶν πέντε στρατηγῶν εἷς ὢν καὶ Ἀλκίφρων πρόξενος Λακεδαιμονίων, ἤδη τῶν στρατοπέδων ὅσον οὐ ξυνιόντων προσελθόντε Ἄγιδι διελεγέσθην μὴ ποιεῖν μάχην· ἑτοίμους γὰρ εἶναι Ἀργείους δίκας δοῦναι καὶ δέξασθαι ἴσας καὶ ὁμοίας, εἴ τι ἐπικαλοῦσιν Ἀργείοις Λακεδαιμόνιοι, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν σπονδὰς ποιησαμένους.
然而,阿耳戈斯人中的两个男子——五位将军之一的斯拉叙洛斯和拉刻代蒙人的招待官阿尔基弗隆——在两军行将接触交战之际,走上前去与阿吉斯交涉,请求他不要进行战斗;因为他们声称,如果拉刻代蒙人对阿耳戈斯人有什么指控,阿耳戈斯人准备好提供并接受公平对等的仲裁,并在缔结条约后,在未来保持和平。