Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.49.1-5.49.5

拉刻代蒙人因违反休战被逐出奥运会

第 549 段,共 917 段 · 希腊语

内容简介

奥林匹克运动会举行,但拉刻代蒙人因在神圣休战期间采取军事行动而被埃利斯人罚款,由于拒绝缴纳罚金而被禁止参赛。双方就休战宣布的时间和有效性展开激烈争论,最终陷入僵局。

§5.49.1Ὀλύμπια δ’ ἐγένετο τοῦ θέρους τούτου, οἷς Ἀνδροσθένης Ἀρκὰς παγκράτιον τὸ πρῶτον ἐνίκα·
这年夏天举行了奥林匹克运动会,阿卡迪亚人安德罗斯塞内斯在会上首次获得了潘克拉辛(全能格斗)冠军。
καὶ Λακεδαιμόνιοι τοῦ ἱεροῦ ὑπὸ Ἠλείων εἴρχθησαν ὥστε μὴ θύειν μηδ’ ἀγωνίζεσθαι, οὐκ ἐκτίνοντες τὴν δίκην αὐτοῖς ἣν ἐν τῷ Ὀλυμπιακῷ νόμῳ Ἠλεῖοι κατεδικάσαντο αὐτῶν φάσκοντες 〈ἐς 〉 σφᾶς ἐπὶ Φύρκον τε τεῖχος ὅπλα ἐπενεγκεῖν καὶ ἐς Λέπρεον αὐτῶν ὁπλίτας ἐν ταῖς Ὀλυμπιακαῖς σπονδαῖς ἐσπέμψαι.
而拉刻代蒙人因未向埃利斯人缴纳根据奥林匹克法律对其处以的罚金,被埃利斯人排除在神庙之外,既不能献祭也不能参赛。 埃利斯人声称,拉刻代蒙人在奥林匹克休战期间,对属于他们的菲尔科斯堡垒发起了军事行动,并向勒普里翁派遣了重装步兵。
ἡ δὲ καταδίκη δισχίλιαι μναῖ ἦσαν, κατὰ τὸν ὁπλίτην ἕκαστον δύο μναῖ, ὥσπερ ὁ νόμος ἔχει.
这项罚金共计两千米纳,正如法律所规定的,每名重装步兵折合两米纳。
§5.49.2Λακεδαιμόνιοι δὲ πρέσβεις πέμψαντες ἀντέλεγον μὴ δικαίως σφῶν καταδεδικάσθαι, λέγοντες μὴ ἐπηγγέλθαι πω ἐς Λακεδαίμονα τὰς σπονδάς, ὅτ’ ἐσέπεμψαν τοὺς ὁπλίτας.
但拉刻代蒙人派遣使节反驳说,对他们的判决是不公正的,并声称当他们派遣重装步兵时,休战协定尚未在拉刻代蒙宣布。
§5.49.3Ἠλεῖοι δὲ τὴν παρ’ αὐτοῖς ἐκεχειρίαν ἤδη ἔφασαν εἶναι (πρώτοις γὰρ σφίσιν αὐτοῖς ἐπαγγέλλουσιν), καὶ ἡσυχαζόντων σφῶν καὶ οὐ προσδεχομένων ὡς ἐν σπονδαῖς, αὐτοὺς λαθεῖν ἀδικήσαντας.
然而埃利斯人声称,在他们那里休战已经开始(因为他们首先向自己宣布休战),并且当他们处于休战状态、安享和平且毫无防备时,拉刻代蒙人却乘其不备,犯下了这一不义行径。
§5.49.4οἱ δὲ Λακεδαιμόνιοι ὑπελάμβανον οὐ χρεὼν εἶναι αὐτοὺς ἐπαγγεῖλαι ἔτι ἐς Λακεδαίμονα, εἰ ἀδικεῖν γε ἤδη ἐνόμιζον αὐτούς, ἀλλ’ οὐχ ὡς νομίζοντας τοῦτο δρᾶσαι, καὶ ὅπλα οὐδαμόσε ἔτι αὐτοῖς ἐπενεγκεῖν.
但拉刻代蒙人反驳说,如果埃利斯人当时已经认为他们犯下了不义之举,就没有必要再向拉刻代蒙宣布休战;既然埃利斯人宣布了休战,可见他们当时并不认为拉刻代蒙人已经犯法,而且自那以后,拉刻代蒙人也没有向任何地方发起军事行动。
§5.49.5Ἠλεῖοι δὲ τοῦ αὐτοῦ λόγου εἴχοντο, ὡς μὲν οὐκ ἀδικοῦσι μὴ ἂν πεισθῆναι, εἰ δὲ βούλονται σφίσι Λέπρεον ἀποδοῦναι, τό τε αὑτῶν μέρος ἀφιέναι τοῦ ἀργυρίου, καὶ ὃ τῷ θεῷ γίγνεται αὐτοὶ ὑπὲρ ἐκείνων ἐκτίσειν.
但埃利斯人依然坚持同样的说法,表示决不接受拉刻代蒙人没有犯法的说法;然而,如果拉刻代蒙人愿意将勒普里翁归还给他们,他们可以放弃自己应得的那部分罚金,并替拉刻代蒙人向神明缴纳属于神明的那部分。

词汇与语法注释

  1. 5.49.1σφᾶς — 间接反身代词,指代 `φάσκοντες` 的主语(埃利斯人),意为“向他们自己的(领土)”。
  2. 5.49.1δισχίλιαι μναῖ ἦσαν — 尽管主语 `ἡ δὲ καταδίκη` 是单数,但由于谓语名词 `δισχίλιαι μναῖ` 是复数,动词 `ἦσαν` 采用了复数形式(谓语一致性)。
  3. 5.49.3αὐτοὺς λαθεῖν ἀδικήσαντας — 动词 `λανθάνω`(此处为不定式 `λαθεῖν`)与分词 `ἀδικήσαντας` 连用,表示“乘人不备行不义之事”或“在未被发觉的情况下犯下罪行”。不定式的主语 `αὐτούς` 指代拉刻代蒙人。
  4. 5.49.4ἀλλ’ οὐχ ὡς νομίζοντας τοῦτο δρᾶσαι — 极具省略性的复杂句式。应理解为:“并非因为他们(埃利斯人)认为他们(拉刻代蒙人)已经做出了这种(不义之)举动而宣布”。宾格分词 `νομίζοντας` 与 `ἐπαγγεῖλαι` 的未明示主语(埃利斯人)一致,并隶属于主句动词 `ὑπελάμβανον`。
  5. 5.49.5ὡς μὲν οὐκ ἀδικοῦσι μὴ ἂν πεισθῆναι — 不定式 `πεισθῆναι` 伴有潜能虚词 `ἄν` 和否定词 `μή`,表示强烈的可能性否定,即“绝不可能被说服相信……”。`ὡς οὐκ ἀδικοῦσι`(他们没有犯法)作为从句修饰 `πεισθῆναι`。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.49.1-5.49.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.49.1-5.49.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。