§5.45.1καὶ λέγοντες ἐν τῇ βουλῇ περί τε τούτων καὶ ὡς αὐτοκράτορες ἥκουσι περὶ πάντων ξυμβῆναι τῶν διαφόρων, τὸν Ἀλκιβιάδην ἐφόβουν μὴ καί, ἢν ἐς τὸν δῆμον ταῦτα λέγωσιν, ἐπαγάγωνται τὸ πλῆθος καὶ ἀπωσθῇ ἡ Ἀργείων ξυμμαχία.
他们在议事会中阐述了这些事宜,并声明他们是作为全权代表而来,旨在就所有争议达成协议。 这引起了阿尔西比亚德斯的恐慌,担心如果他们对公民大会也说同样的话,就会争取到大众的支持,从而使与阿耳戈斯人的结盟遭到拒绝。
§5.45.2μηχανᾶται δὲ πρὸς αὐτοὺς τοιόνδε τι ὁ Ἀλκιβιάδης· τοὺς Λακεδαιμονίους πείθει πίστιν αὐτοῖς δούς, ἢν μὴ ὁμολογήσωσιν ἐν τῷ δήμῳ αὐτοκράτορες ἥκειν, Πύλον τε αὐτοῖς ἀποδώσειν (πείσειν γὰρ αὐτὸς Ἀθηναίους, ὥσπερ καὶ νῦν ἀντιλέγειν) καὶ τἆλλα ξυναλλάξειν.
于是阿尔西比亚德斯对他们施展了如下计谋:他向拉刻代蒙人作出保证,说服他们如果在公民大会上不承认自己是作为全权代表而来的话,他就会归还皮洛斯给他们(因为他自己会去说服雅典人,正如他现在极力反对的那样),并就其他事务与他们达成和解。
§5.45.3βουλόμενος δὲ αὐτοὺς Νικίου τε ἀποστῆσαι ταῦτα ἔπρασσε καὶ ὅπως ἐν τῷ δήμῳ διαβαλὼν αὐτοὺς ὡς οὐδὲν ἀληθὲς ἐν νῷ ἔχουσιν οὐδὲ λέγουσιν οὐδέποτε ταὐτά, τοὺς Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας ξυμμάχους ποιήσῃ.
他这样做是因为他希望使他们与尼基阿斯疏远,同时也是为了在公民大会上指责他们毫无诚意且言行不一,从而使阿耳戈斯人、伊利斯人和曼提尼亚人成为盟友。
καὶ ἐγένετο οὕτως.
事情果然如此发展。
§5.45.4ἐπειδὴ γὰρ ἐς τὸν δῆμον παρελθόντες καὶ ἐπερωτώμενοι οὐκ ἔφασαν ὥσπερ ἐν τῇ βουλῇ αὐτοκράτορες ἥκειν, οἱ Ἀθηναῖοι οὐκέτι ἠνείχοντο, ἀλλὰ τοῦ Ἀλκιβιάδου πολλῷ μᾶλλον ἢ πρότερον καταβοῶντος τῶν Λακεδαιμονίων ἐσήκουόν τε καὶ ἑτοῖμοι ἦσαν εὐθὺς παραγαγόντες τοὺς Ἀργείους καὶ τοὺς μετ’ αὐτῶν ξυμμάχους ποιεῖσθαι·
因为当他们来到公民大会并接受质询时,他们并没有像在议事会中那样承认自己是作为全权代表而来的,雅典人便再也无法容忍他们,而是听从了阿尔西比亚德斯比以往更加激烈地对拉刻代蒙人的谴责,并准备立即召入阿耳戈斯人及其盟友并与他们结盟。
σεισμοῦ δὲ γενομένου πρίν τι ἐπικυρωθῆναι, ἡ ἐκκλησία αὕτη ἀνεβλήθη.
然而,在任何决议获得批准之前发生了一场地震,这次公民大会因此被推迟。