§5.44.1οἱ δὲ Ἀργεῖοι ἀκούσαντες τῆς τε ἀγγελίας καὶ ἐπειδὴ ἔγνωσαν οὐ μετ’ Ἀθηναίων πραχθεῖσαν τὴν τῶν Βοιωτῶν ξυμμαχίαν, ἀλλ’ ἐς διαφορὰν μεγάλην καθεστῶτας αὐτοὺς πρὸς τοὺς Λακεδαιμονίους, τῶν μὲν ἐν Λακεδαίμονι πρέσβεων, οἳ σφίσι περὶ τῶν σπονδῶν ἔτυχον ἀπόντες, ἠμέλουν, πρὸς δὲ τοὺς Ἀθηναίους μᾶλλον τὴν γνώμην εἶχον, νομίζοντες πόλιν τε σφίσι φιλίαν ἀπὸ παλαιοῦ καὶ δημοκρατουμένην ὥσπερ καὶ αὐτοὶ καὶ δύναμιν μεγάλην ἔχουσαν τὴν κατὰ θάλασσαν ξυμπολεμήσειν σφίσιν, ἢν καθιστῶνται ἐς πόλεμον.
阿耳戈斯人听到了这一消息,并得知玻欧提亚人与拉刻代蒙人的结盟并非经雅典人同意而进行,而是雅典人正与拉刻代蒙人处于极大的不和之中,于是他们便不再理会那些因停战条约正巧滞留在拉刻代蒙的本国使节,而是将心思更多地转向雅典人。 他们认为雅典自古以来就是对他们友好的城市,且与他们一样实行民主政体,并在海上拥有强大的力量,如果他们陷入战争,雅典将会与他们并肩作战。
§5.44.2ἔπεμπον οὖν εὐθὺς πρέσβεις ὡς τοὺς Ἀθηναίους περὶ τῆς ξυμμαχίας· ξυνεπρεσβεύοντο δὲ καὶ Ἠλεῖοι καὶ Μαντινῆς.
因此,他们立即派使节去雅典人那里商讨结盟事宜;伊利斯人和曼提尼亚人也一同派遣了使节。
§5.44.3ἀφίκοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις κατὰ τάχος, δοκοῦντες ἐπιτήδειοι εἶναι τοῖς Ἀθηναίοις, Φιλοχαρίδας καὶ Λέων καὶ Ἔνδιος, δείσαντες μὴ τήν τε ξυμμαχίαν ὀργιζόμενοι πρὸς τοὺς Ἀργείους ποιήσωνται, καὶ ἅμα Πύλον ἀπαιτήσοντες ἀντὶ Πανάκτου καὶ περὶ τῆς Βοιωτῶν ξυμμαχίας ἀπολογησόμενοι, ὡς οὐκ ἐπὶ κακῷ τῶν Ἀθηναίων ἐποιήσαντο.
然而,拉刻代蒙人的使节也匆忙赶到,他们是菲洛哈里达斯、莱翁和恩迪奥斯,这些人被认为与雅典人关系友好。 他们来此是因为害怕雅典人在愤怒之下会与阿耳戈斯人结盟,同时也是为了要求归还皮洛斯以作为对帕纳克托姆的交换,并为他们与玻欧提亚人的结盟进行辩解,声称他们并非为了损害雅典人的利益而结盟。