§5.43.1κατὰ τοιαύτην δὴ διαφορὰν ὄντων τῶν Λακεδαιμονίων πρὸς τοὺς Ἀθηναίους, οἱ ἐν ταῖς Ἀθήναις αὖ βουλόμενοι λῦσαι τὰς σπονδὰς εὐθὺς ἐνέκειντο.
正当拉刻代蒙人与雅典人处于如此不和的状态时,雅典内部那些反过来希望废除条约的人便立即发起了攻势。
§5.43.2ἦσαν δὲ ἄλλοι τε καὶ Ἀλκιβιάδης ὁ Κλεινίου, ἀνὴρ ἡλικίᾳ μὲν ἔτι τότε ὢν νέος ὡς ἐν ἄλλῃ πόλει, ἀξιώματι δὲ προγόνων τιμώμενος·
在这些人中,除了其他人之外,还有克莱尼亚斯之子阿尔西比亚德斯。 就年龄而言,他当时在其他城市会被认为还很年轻,但他因祖先的显赫声望而深受尊敬。
ᾧ ἐδόκει μὲν καὶ ἄμεινον εἶναι πρὸς τοὺς Ἀργείους μᾶλλον χωρεῖν, οὐ μέντοι ἀλλὰ καὶ φρονήματι φιλονικῶν ἠναντιοῦτο, ὅτι Λακεδαιμόνιοι διὰ Νικίου καὶ Λάχητος ἔπραξαν τὰς σπονδάς, ἑαυτὸν κατά τε τὴν νεότητα ὑπεριδόντες καὶ κατὰ τὴν παλαιὰν προξενίαν ποτὲ οὖσαν οὐ τιμήσαντες, ἣν τοῦ πάππου ἀπειπόντος αὐτὸς τοὺς ἐκ τῆς νήσου αὐτῶν αἰχμαλώτους θεραπεύων διενοεῖτο ἀνανεώσασθαι.
他确实认为倒向阿耳戈斯人会更好,但不仅如此,他也出于自尊和竞争心而表示反对,因为拉刻代蒙人是通过尼基阿斯和拉刻斯来促成条约的,因他年轻而轻视他,并且没有尊重昔日曾存在过的古老邦客关系——这层关系虽然他的祖父曾予以放弃,但他自己本打算通过精心照料那些来自该岛的拉刻代蒙俘虏来予以恢复。
§5.43.3πανταχόθεν τε νομίζων ἐλασσοῦσθαι τό τε πρῶτον ἀντεῖπεν, οὐ βεβαίους φάσκων εἶναι Λακεδαιμονίους, ἀλλ’ ἵνα Ἀργείους σφίσι σπεισάμενοι ἐξέλωσι καὶ αὖθις ἐπ’ Ἀθηναίους μόνους ἴωσι, τούτου ἕνεκα σπένδεσθαι αὐτούς, καὶ τότε, ἐπειδὴ ἡ διαφορὰ ἐγεγένητο, πέμπει εὐθὺς ἐς Ἄργος ἰδίᾳ, κελεύων ὡς τάχιστα ἐπὶ τὴν ξυμμαχίαν προκαλουμένους ἥκειν μετὰ Μαντινέων καὶ Ἠλείων, ὡς καιροῦ ὄντος καὶ αὐτὸς ξυμπράξων τὰ μάλιστα.
他认为自己在方方面面都受到了轻视,因此在最开始就表示反对,声称拉刻代蒙人是不可靠的,他们之所以缔结和约,只是为了这个目的:即在与阿耳戈斯人讲和并消除其威胁后,再次单独对付雅典人。 而当时,由于不和已经产生,他立即私下派人去阿耳戈斯,敦促他们与曼提尼亚人和伊利斯人一起,尽早前来提出结盟,并表示现在正是良机,他自己也必将极力协助。