§5.42.1ἐν δὲ τῷ χρόνῳ τούτῳ ᾧ οἱ Ἀργεῖοι ταῦτα ἔπρασσον, οἱ πρέσβεις τῶν Λακεδαιμονίων Ἀνδρομένης καὶ Φαίδιμος καὶ Ἀντιμενίδας, οὓς ἔδει τὸ Πάνακτον καὶ τοὺς ἄνδρας τοὺς παρὰ Βοιωτῶν παραλαβόντας Ἀθηναίοις ἀποδοῦναι, τὸ μὲν Πάνακτον ὑπὸ τῶν Βοιωτῶν αὐτῶν καθῃρημένον ηὗρον, ἐπὶ προφάσει ὡς ἦσάν ποτε Ἀθηναίοις καὶ Βοιωτοῖς ἐκ διαφορᾶς περὶ αὐτοῦ ὅρκοι παλαιοὶ μηδετέρους οἰκεῖν τὸ χωρίον, ἀλλὰ κοινῇ νέμειν, τοὺς δ’ ἄνδρας οὓς εἶχον αἰχμαλώτους Βοιωτοὶ Ἀθηναίων παραλαβόντες οἱ περὶ τὸν Ἀνδρομένη ἐκόμισαν τοῖς Ἀθηναίοις καὶ ἀπέδοσαν, τοῦ τε Πανάκτου τὴν καθαίρεσιν ἔλεγον αὐτοῖς, νομίζοντες καὶ τοῦτο ἀποδιδόναι· πολέμιον γὰρ οὐκέτι ἐν αὐτῷ Ἀθηναίοις οἰκήσειν οὐδένα.
就在阿耳戈斯人进行这些谈判期间,拉刻代蒙人的使节安德罗墨涅斯、派迪莫斯和安提墨尼达斯——他们本应从波奥提亚人手中接收帕纳克托姆和俘虏并归还给雅典人——发现帕纳克托姆已被波奥提亚人自己拆毁。 波奥提亚人所持的借口是:以前雅典人和波奥提亚人曾因争夺该地而立下古老的誓言,双方都不在该地居住,而是共同放牧。 另一方面,安德罗墨涅斯一行人接收了波奥提亚人所扣押的雅典俘虏,将他们带回并归还给雅典人,同时也向雅典人通报了帕纳克托姆被拆毁一事,认为这样做也算是一种归还,因为他们认为此后将不再有任何敌人在该地居住来威胁雅典人。
§5.42.2λεγομένων δὲ τούτων οἱ Ἀθηναῖοι δεινὰ ἐποίουν, νομίζοντες ἀδικεῖσθαι ὑπὸ Λακεδαιμονίων τοῦ τε Πανάκτου τῇ καθαιρέσει, ὃ ἔδει ὀρθὸν παραδοῦναι, καὶ πυνθανόμενοι ὅτι καὶ Βοιωτοῖς ἰδίᾳ ξυμμαχίαν πεποίηνται, φάσκοντες πρότερον κοινῇ τοὺς μὴ δεχομένους τὰς σπονδὰς προσαναγκάσειν.
听到这些话后,雅典人十分愤怒,认为自己受到了拉刻代蒙人的不公正对待,因为帕纳克托姆本应完好无损地移交,现在却被拆毁了;而且他们获悉拉刻代蒙人还与波奥提亚人私自结成了同盟,尽管拉刻代蒙人此前曾声称将共同强迫那些不接受和约的人。
τά τε ἄλλα ἐσκόπουν ὅσα ἐξελελοίπεσαν τῆς ξυνθήκης καὶ ἐνόμιζον ἐξηπατῆσθαι, ὥστε χαλεπῶς πρὸς τοὺς πρέσβεις ἀποκρινάμενοι ἀπέπεμψαν.
雅典人还审视了拉刻代蒙人违反协定的其他所有条款,并认为自己受到了欺骗,因此给使节们作出了严厉的答复,随即将他们打发走了。