§5.39.1καὶ ἐν τῷ αὐτῷ χειμῶνι τούτῳ Μηκύβερναν Ὀλύνθιοι, Ἀθηναίων φρουρούντων, ἐπιδραμόντες εἷλον.
在同一个冬天,奥林托斯人袭击并占领了由雅典人驻守的梅居贝尔纳。
§5.39.2μετὰ δὲ ταῦτα (ἐγίγνοντο γὰρ αἰεὶ λόγοι τοῖς τε Ἀθηναίοις καὶ Λακεδαιμονίοις περὶ ὧν εἶχον ἀλλήλων) ἐλπίζοντες οἱ Λακεδαιμόνιοι, εἰ Πάνακτον Ἀθηναῖοι παρὰ Βοιωτῶν ἀπολάβοιεν, κομίσασθαι ἂν αὐτοὶ Πύλον, ἦλθον ἐς τοὺς Βοιωτοὺς πρεσβευόμενοι καὶ ἐδέοντο σφίσι Πάνακτόν τε καὶ τοὺς Ἀθηναίων δεσμώτας παραδοῦναι, ἵνα ἀντ’ αὐτῶν Πύλον κομίσωνται.
此后(因为雅典人与拉刻代蒙人之间经常就彼此占领的对方领土进行谈判),拉刻代蒙人希望,如果雅典人能从波奥蒂亚人手里收回帕纳克托姆,他们自己就能够收回皮洛斯。 于是,他们向波奥蒂亚人派遣使节,请求将帕纳克托姆和雅典战俘移交给他们,以便他们可以用这些来换回皮洛斯。
§5.39.3οἱ δὲ Βοιωτοὶ οὐκ ἔφασαν ἀποδώσειν, ἢν μὴ σφίσι ξυμμαχίαν ἰδίαν ποιήσωνται ὥσπερ Ἀθηναίοις.
但波奥蒂亚人声称,除非拉刻代蒙人像与雅典人那样,与他们结成单独的同盟,否则他们绝不交出。
Λακεδαιμόνιοι δὲ εἰδότες μὲν ὅτι ἀδικήσουσιν Ἀθηναίους, εἰρημένον ἄνευ ἀλλήλων μήτε σπένδεσθαί τῳ μήτε πολεμεῖν, βουλόμενοι δὲ τὸ Πάνακτον παραλαβεῖν ὡς τὴν Πύλον ἀντ’ αὐτοῦ κομιούμενοι, καὶ ἅμα τῶν ξυγχέαι σπευδόντων τὰς σπονδὰς προθυμουμένων τὰ ἐς Βοιωτούς, ἐποιήσαντο τὴν ξυμμαχίαν τοῦ χειμῶνος τελευτῶντος ἤδη καὶ πρὸς ἔαρ·
拉刻代蒙人虽然知道,如果这样做就会对雅典人背信弃义(因为曾有协议规定,未经彼此同意,不得与任何人媾和或开战),但他们急于收回帕纳克托姆,以便用其换回皮洛斯,且与此同时,那些极力想破坏和约的人正极力促成与波奥蒂亚人的同盟,因此,在冬天即将结束、春天即将来临之际,拉刻代蒙人结成了这一同盟。
καὶ τὸ Πάνακτον εὐθὺς καθῃρεῖτο.
帕纳克托姆随之立即被拆毁。
καὶ ἑνδέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα.
战争的第十一年至此结束。