Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.38.1-5.38.4

波奥蒂亚评议会否决与阿耳戈斯的结盟案

第 538 段,共 917 段 · 希腊语

内容简介

波奥达克们计划在与科林斯和墨加拉建立初步誓约后与阿耳戈斯结盟,但波奥蒂亚评议会因不知晓拉刻代蒙的暗中支持,出于对得罪拉刻代蒙的担忧而否决了该提议。结果,与阿耳戈斯的结盟谈判中断,整个进程陷入拖延。

§5.38.1ἐν δὲ τούτῳ ἐδόκει πρῶτον τοῖς βοιωτάρχαις καὶ Κορινθίοις καὶ Μεγαρεῦσι καὶ τοῖς ἀπὸ Θρᾴκης πρέσβεσιν ὀμόσαι ὅρκους ἀλλήλοις ἦ μὴν ἔν τε τῷ παρατυχόντι ἀμυνεῖν τῷ δεομένῳ καὶ μὴ πολεμήσειν τῳ μηδὲ ξυμβήσεσθαι ἄνευ κοινῆς γνώμης, καὶ οὕτως ἤδη τοὺς Βοιωτοὺς καὶ Μεγαρέας (τὸ γὰρ αὐτὸ ἐποίουν) πρὸς τοὺς Ἀργείους σπένδεσθαι.
ἐν δὲ τούτῳ ἐδόκει πρῶτον τοῖς βοιωτάρχαις καὶ Κορινθίοις καὶ Μεγαρεῦσι καὶ τοῖς ἀπὸ Θρᾴκης πρέσβεσιν ὀμόσαι ὅρκους ἀλλήλοις ἦ μὴν ἔν τε τῷ παρατυχόντι ἀμυνεῖν τῷ δεομένῳ καὶ μὴ πολεμήσειν τῳ μηδὲ ξυμβήσεσθαι ἄνευ κοινῆς γνώμης, καὶ οὕτως ἤδη τοὺς Βοιωτοὺς καὶ Μεγαρέας (τὸ γὰρ αὐτὸ ἐποίουν) πρὸς τοὺς Ἀργείους σπένδεσθαι. 在此期间,波奥达克们、科林斯人、墨加拉人以及来自色雷斯的使节们首先决定互相宣誓:在任何突发事件中共同救援需要援助的人,并且未经共同同意,绝不与任何人开战或言和;在此基础上,波奥蒂亚人和墨加拉人(因为他们的行动是一致的)再与阿耳戈斯人缔结和约。
§5.38.2πρὶν δὲ τοὺς ὅρκους γενέσθαι οἱ βοιωτάρχαι ἐκοίνωσαν ταῖς τέσσαρσι βουλαῖς τῶν Βοιωτῶν ταῦτα, αἵπερ ἅπαν τὸ κῦρος ἔχουσιν, καὶ παρῄνουν γενέσθαι ὅρκους ταῖς πόλεσιν, ὅσαι βούλονται ἐπ’ ὠφελίᾳ σφίσι ξυνομνύναι.
πρὶν δὲ τοὺς ὅρκους γενέσθαι οἱ βοιωτάρχαι ἐκοίνωσαν ταῖς τέσσαρσι βουλαῖς τῶν Βοιωτῶν ταῦτα, αἵπερ ἅπαν τὸ κῦρος ἔχουσιν, καὶ παρῄνουν γενέσθαι ὅρκους ταῖς πόλεσιν, ὅσαι βούλονται ἐπ’ ὠφελίᾳ σφίσι ξυνομνύναι. 但在宣誓举行之前,波奥达克们将这些提议提交给拥有最高决定权的波奥蒂亚四个评议会,并建议与所有愿意为了互助而与他们结盟的城市进行宣誓。
§5.38.3οἱ δ’ ἐν ταῖς βουλαῖς τῶν Βοιωτῶν ὄντες οὐ προσδέχονται τὸν λόγον, δεδιότες μὴ ἐναντία Λακεδαιμονίοις ποιήσωσι, τοῖς ἐκείνων ἀφεστῶσι Κορινθίοις ξυνομνύντες·
οἱ δ’ ἐν ταῖς βουλαῖς τῶν Βοιωτῶν ὄντες οὐ προσδέχονται τὸν λόγον, δεδιότες μὴ ἐναντία Λακεδαιμονίοις ποιήσωσι, τοῖς ἐκείνων ἀφεστῶσι Κορινθίοις ξυνομνύντες· οὐ γὰρ εἶπον αὐτοῖς οἱ βοιωτάρχαι τὰ ἐκ τῆς Λακεδαίμονος, ὅτι τῶν τε ἐφόρων Κλεόβουλος καὶ Ξενάρης καὶ οἱ φίλοι παραινοῦσιν Ἀργείων πρῶτον καὶ Κορινθίων γενομένους ξυμμάχους ὕστερον μετὰ τῶν Λακεδαιμονίων γίγνεσθαι, οἰόμενοι τὴν βουλήν, κἂν μὴ εἴπωσιν, οὐκ ἄλλα ψηφιεῖσθαι ἢ ἃ σφίσι προδιαγνόντες παραινοῦσιν. 然而,波奥蒂亚评议会的成员们没有接受这一提议,因为他们害怕通过与已经背叛拉刻代蒙人的科林斯人结盟宣誓,会做出违背拉刻代蒙人的事情。
οὐ γὰρ εἶπον αὐτοῖς οἱ βοιωτάρχαι τὰ ἐκ τῆς Λακεδαίμονος, ὅτι τῶν τε ἐφόρων Κλεόβουλος καὶ Ξενάρης καὶ οἱ φίλοι παραινοῦσιν Ἀργείων πρῶτον καὶ Κορινθίων γενομένους ξυμμάχους ὕστερον μετὰ τῶν Λακεδαιμονίων γίγνεσθαι, οἰόμενοι τὴν βουλήν, κἂν μὴ εἴπωσιν, οὐκ ἄλλα ψηφιεῖσθαι ἢ ἃ σφίσι προδιαγνόντες παραινοῦσιν.
因为波奥达克们并没有将来自拉刻代蒙的消息告诉他们,即监察官克列奥布洛和克塞纳雷斯及其朋友们正建议他们先同阿耳戈斯人和科林斯人结盟,然后再与拉刻代蒙人联手;波奥达克们以为,即使自己不说,评议会也不会做出任何不同于他们事先决定并予以建议的决议。
§5.38.4ὡς δὲ ἀντέστη τὸ πρᾶγμα, οἱ μὲν Κορίνθιοι καὶ οἱ ἀπὸ Θρᾴκης πρέσβεις ἄπρακτοι ἀπῆλθον, οἱ δὲ βοιωτάρχαι μέλλοντες πρότερον, εἰ ταῦτα ἔπεισαν, καὶ τὴν ξυμμαχίαν πειράσεσθαι πρὸς Ἀργείους ποιεῖν, οὐκέτι ἐσήνεγκαν περὶ Ἀργείων ἐς τὰς βουλάς, οὐδὲ ἐς τὸ Ἄργος τοὺς πρέσβεις οὓς ὑπέσχοντο ἔπεμπον, ἀμέλεια δέ τις ἐνῆν καὶ διατριβὴ τῶν πάντων.
ὡς δὲ ἀντέστη τὸ πρᾶγμα, οἱ μὲν Κορίνθιοι καὶ οἱ ἀπὸ Θρᾴκης πρέσβεις ἄπρακτοι ἀπῆλθον, οἱ δὲ βοιωτάρχαι μέλλοντες πρότερον, εἰ ταῦτα ἔπεισαν, καὶ τὴν ξυμμαχίαν πειράσεσθαι πρὸς Ἀργείους ποιεῖν, οὐκέτι ἐσήνεγκαν περὶ Ἀργείων ἐς τὰς βουλάς, οὐδὲ ἐς τὸ Ἄργος τοὺς πρέσβεις οὓς ὑπέσχοντο ἔπεμπον, ἀμέλεια δέ τις ἐνῆν καὶ διατριβὴ τῶν πάντων. 随着事情的发展违背了预期,科林斯人和来自色雷斯的使节们未获任何成果便离去了;而原本打算若说服成功便接着尝试与阿耳戈斯人结盟的波奥达克们,也不再将有关阿耳戈斯人的事务提交给评议会,更没有向阿耳戈斯派遣他们曾许诺的使节,反而在所有事情上都出现了一种怠慢和拖延。

词汇与语法注释

  1. 5.38.3τὰ ἐκ τῆς Λακεδαίμονος, ὅτι — ὅτι 引导的从句作为同位语名词从句,具体解释了前文的 τὰ ἐκ τῆς Λακεδαίμονος(来自拉刻代蒙的消息)。这是一种先行阐述(prolepsis)结构,即先引入宾语,再通过随后的从句展开其具体内容。
  2. 5.38.3ἃ σφίσι προδιαγνόντες παραινοῦσιν — 分词 προδιαγνόντες(事先决定)为主格复数阳性,与主句的主语(οἱ βοιωτάρχαι)一致,并与 οἰόμενοι 一起修饰波奥达克们的行动。σφίσι 是间接反身代词,指代主语波奥达克们自身,在此作为 παραινοῦσιν(他们建议)的与格补足语,或表示利益的与格(为了他们自己)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.38.1-5.38.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.38.1-5.38.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。