Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.36.1-5.36.2

新监察官向波奥蒂亚人提出秘密提议

第 536 段,共 917 段 · 希腊语

内容简介

在接下来的冬季,反对和约的新监察官克列奥布洛和克塞纳雷斯向波奥蒂亚人和科林斯人提出私下建议,敦促他们与阿耳戈斯结盟以对抗阿提那。他们还请求移交帕纳克托恩,以此作为收回皮洛斯的筹码。

§5.36.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος (ἔτυχον γὰρ ἔφοροι ἕτεροι καὶ οὐκ ἐφ’ ὧν αἱ σπονδαὶ ἐγένοντο ἄρχοντες ἤδη, καί τινες αὐτῶν καὶ ἐναντίοι 〈ταῖς 〉 σπονδαῖς) ἐλθουσῶν πρεσβειῶν ἀπὸ τῆς ξυμμαχίδος καὶ παρόντων Ἀθηναίων καὶ Βοιωτῶν καὶ Κορινθίων καὶ πολλὰ ἐν ἀλλήλοις εἰπόντων καὶ οὐδὲν ξυμβάντων, ὡς ἀπῇσαν ἐπ’ οἴκου, τοῖς Βοιωτοῖς καὶ Κορινθίοις Κλεόβουλος καὶ Ξενάρης, οὗτοι οἵπερ τῶν ἐφόρων ἐβούλοντο μάλιστα διαλῦσαι τὰς σπονδάς, λόγους ποιοῦνται ἰδίους, παραινοῦντες ὅτι μάλιστα ταῦτά τε γιγνώσκειν καὶ πειρᾶσθαι Βοιωτούς, Ἀργείων γενομένους πρῶτον αὐτοὺς ξυμμάχους, αὖθις μετὰ Βοιωτῶν Ἀργείους Λακεδαιμονίοις ποιῆσαι ξυμμάχους (οὕτω γὰρ ἥκιστ’ ἂν ἀναγασθῆναι Βοιωτοὺς ἐς τὰς Ἀττικὰς σπονδὰς ἐσελθεῖν· ἑλέσθαι γὰρ Λακεδαιμονίους πρὸ τῆς Ἀθηναίων ἔχθρας καὶ διαλύσεως τῶν σπονδῶν Ἀργείους σφίσι φίλους καὶ ξυμμάχους γενέσθαι· τὸ γὰρ Ἄργος αἰεὶ ἠπίσταντο ἐπιθυμοῦντας τοὺς Λακεδαιμονίους καλῶς σφίσι φίλιον γενέσθαι), ἡγούμενοι τὸν ἔξω Πελοποννήσου πόλεμον ῥᾴω ἂν εἶναι.
在接下来的冬季(因为此时已有其他监察官在任,而非缔结和约时的执政者,且其中有些人甚至反对该和约),同盟各国派出的使节团抵达,阿提那人、波奥蒂亚人及科林斯人亦在场,他们彼此进行了多次讨论,但未达成任何协议。 当他们启程回国时,在监察官中最为急切希望废除和约的克列奥布洛和克塞纳雷斯,与波奥蒂亚人和科林斯人进行了私下会谈。 他们建议波奥蒂亚人尽可能采纳这一主张,并设法使自己首先成为阿耳戈斯人的盟友,随后再与波奥蒂亚人一起,促成阿耳戈斯人与拉刻代蒙人结盟(因为他们认为,这样一来,波奥蒂亚人就最不可能被强迫加入与阿提那人的和约;拉刻代蒙人宁愿选择阿耳戈斯人成为自己的朋友和盟友,而不惜与阿提那人敌对并废除和约,因为他们深知拉刻代蒙人一直渴望与阿耳戈斯建立良好的友好关系)。 他们这样做是认为,在伯罗奔尼撒半岛之外进行的战争将会更加容易。
§5.36.2τὸ μέντοι Πάνακτον ἐδέοντο Βοιωτοὺς ὅπως παραδώσουσι Λακεδαιμονίοις, ἵνα ἀντ’ αὐτοῦ Πύλον, ἢν δύνωνται, ἀπολαβόντες ῥᾷον καθιστῶνται Ἀθηναίοις ἐς πόλεμον.
然而,他们请求波奥蒂亚人将帕纳克托恩移交给拉刻代蒙人,以便以此换回皮洛斯(如果可能的话),从而能够更容易地对阿提那人展开战争。

词汇与语法注释

  1. §5.36.1ἔτυχον γὰρ ἔφοροι ἕτεροι ... ἄρχοντες ἤδη — ἔτυχον 与现在分词 ἄρχοντες(执政、统治)连用,表示“正值执政”这一事实。虽然 ἄρχοντες 也可作名词(“统治者”),但在此处它作为 τυγχάνω 的补充分词起作用。
  2. §5.36.1παραινοῦντες ὅτι μάλιστα ταῦτά τε γιγνώσκειν καὶ πειρᾶσθαι — 这是由分词 παραινοῦντες(建议)引导的间接命令/劝告的不定式。γιγνώσκειν 和 πειρᾶσθαι 的逻辑主语是后文的宾格 Βοιωτούς。ὅτι μάλιστα 意为“尽可能”。
  3. §5.36.1ἥκιστ’ ἂν ἀναγκασθῆναι — 这是间接引语中 ἄν 与不定式连用的结构,对应直接引语中的 ἥκιστ’ ἂν ἀναγκασθείησαν(选择式带 ἄν)或 ἠναγκάσθησαν ἄν,表示可能性或对未来可能性的温和推测。
  4. §5.36.2ὅπως παραδώσουσι — 紧跟在表示请求、要求的动词 ἐδέοντο(他们请求)之后的 ὅπως + 将来直说法的从句。该结构用于强烈表达努力或请求的目的(“设法使……移交”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.36.1-5.36.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.36.1-5.36.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。