Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.35.1-5.35.8

雅典与斯巴达因领地归还产生的疑忌与交涉

第 535 段,共 917 段 · 希腊语

内容简介

和约缔结后,雅典与斯巴达因未归还领地而互生忌惮,双方进行多次外交交涉,斯巴达要求归还皮洛斯,而雅典最终同意将美塞尼亚人撤往凯法莱尼亚岛。

§5.35.1τοῦ δ’ αὐτοῦ θέρους καὶ Θυσσὸν τὴν ἐν τῇ Ἄθω Ἀκτῇ Διῆς εἷλον, Ἀθηναίων οὖσαν ξύμμαχον.
在同一个夏天,阿托斯半岛上的迪厄斯人攻占了阿提那的盟邦叙索斯。
§5.35.2καὶ τὸ θέρος τοῦτο πᾶν ἐπιμειξίαι μὲν ἦσαν τοῖς Ἀθηναίοις καὶ Πελοποννησίοις, ὑπώπτευον δὲ ἀλλήλους εὐθὺς μετὰ τὰς σπονδὰς οἵ τε Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι κατὰ τὴν τῶν χωρίων ἀλλήλοις οὐκ ἀπόδοσιν.
在这整个夏天,尽管阿提那人与伯罗奔尼撒人之间仍有往来,但双方自和约缔结之初就互相猜忌,因为彼此都没有归还对方的领地。
§5.35.3τὴν γὰρ Ἀμφίπολιν πρότεροι λαχόντες οἱ Λακεδαιμόνιοι ἀποδιδόναι καὶ τἆλλα οὐκ ἀπεδεδώκεσαν, οὐδὲ τοὺς ἐπὶ Θρᾴκης παρεῖχον ξυμμάχους τὰς σπονδὰς δεχομένους οὐδὲ Βοιωτοὺς οὐδὲ Κορινθίους, λέγοντες αἰεὶ ὡς μετ’ Ἀθηναίων τούτους, ἢν μὴ ᾽θέλωσι, κοινῇ ἀναγκάσουσιν· χρόνους τε προύθεντο ἄνευ ξυγγραφῆς ἐν οἷς χρῆν τοὺς μὴ ἐσιόντας ἀμφοτέροις πολεμίους εἶναι.
因为拉刻代蒙人虽抽签抽到应首先归还阿姆菲波利斯及其他地方,却并未予以归还,也没有让色雷斯一带的盟友、波奥蒂亚人或科林斯人接受和约,只是不断声称,如果这些人不乐意,他们将与阿提那人共同强迫其接受;此外,他们还在没有书面协议的情况下,规定了一个期限,在此期限内不加入和约者,将被视为双方的共同敌人。
§5.35.4τούτων οὖν ὁρῶντες οἱ Ἀθηναῖοι οὐδὲν ἔργῳ γιγνόμενον ὑπώπτευον τοὺς Λακεδαιμονίους μηδὲν δίκαιον διανοεῖσθαι, ὥστε οὔτε Πύλον ἀπαιτούντων αὐτῶν ἀπεδίδοσαν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς νήσου δεσμώτας μετεμέλοντο ἀποδεδωκότες, τά τε ἄλλα χωρία εἶχον, μένοντες ἕως σφίσι κἀκεῖνοι ποιήσειαν τὰ εἰρημένα.
因此,阿提那人看到这些承诺无一付诸实行,便怀疑拉刻代蒙人毫无诚意,所以当对方要求归还皮洛斯时,他们拒绝归还,甚至后悔已经归还了从岛上俘获的囚犯,并继续占领其他地方,等待着对方履行对他们做出的承诺。
§5.35.5Λακεδαιμόνιοι δὲ τὰ μὲν δυνατὰ ἔφασαν πεποιηκέναι· τοὺς γὰρ παρὰ σφίσι δεσμώτας ὄντας Ἀθηναίων ἀποδοῦναι καὶ τοὺς ἐπὶ Θρᾴκης στρατιώτας ἀπαγαγεῖν καὶ εἴ του ἄλλου ἐγκρατεῖς ἦσαν·
另一方面,拉刻代蒙人声称他们已经做到了能做的一切:因为他们已经归还了自己手中的阿提那囚犯,撤回了在色雷斯的军队,并撤出了他们控制的其他任何地方。
Ἀμφιπόλεως δὲ οὐκ ἔφασαν κρατεῖν ὥστε παραδοῦναι, Βοιωτοὺς δὲ πειράσεσθαι καὶ Κορινθίους ἐς τὰς σπονδὰς ἐσαγαγεῖν καὶ Πάνακτον ἀπολαβεῖν καὶ Ἀθηναίων ὅσοι ἦσαν ἐν Βοιωτοῖς αἰχμάλωτοι κομιεῖν.
但他们声称自己并没有控制阿姆菲波利斯以便能够将其交出;不过,他们保证会努力引导波奥蒂亚人和科林斯人加入和约,收回帕纳克托恩,并领回所有在波奥蒂亚的阿提那战俘。
§5.35.6πύλον μέντοι ἠξίουν σφίσιν ἀποδοῦναι· εἰ δὲ μή, Μεσσηνίους γε καὶ τοὺς Εἵλωτας ἐξαγαγεῖν, ὥσπερ καὶ αὐτοὶ τοὺς ἀπὸ Θρᾴκης, Ἀθηναίους δὲ φρουρεῖν τὸ χωρίον αὐτούς, εἰ βούλονται.
不过,他们要求将皮洛斯归还给他们;如果不归还,至少要将美塞尼亚人和黑劳士撤走,就像他们自己撤走色雷斯的军队一样,而阿提那人如果愿意,可以自己留兵驻守该地。
§5.35.7πολλάκις δὲ καὶ πολλῶν λόγων γενομένων ἐν τῷ θέρει τούτῳ ἔπεισαν τοὺς Ἀθηναίους ὥστε ἐξαγαγεῖν ἐκ Πύλου Μεσσηνίους καὶ τοὺς ἄλλους Εἵλωτάς τε καὶ ὅσοι ηὐτομολήκεσαν ἐκ τῆς Λακωνικῆς· καὶ κατῴκισαν αὐτοὺς ἐν Κρανίοις τῆς Κεφαλληνίας.
在这年夏天举行了多次频繁的交涉之后,他们终于说服了阿提那人,将美塞尼亚人、其他黑劳士以及所有从拉科尼亚逃亡过来的人撤离皮洛斯;阿提那人将他们安置在凯法莱尼亚岛的克兰尼奥伊。
§5.35.8τὸ μὲν οὖν θέρος τοῦτο ἡσυχία ἦν καὶ ἔφοδοι παρ’ ἀλλήλους.
因此,在这个夏天里,局势保持平静,双方互有使节往来。

词汇与语法注释

  1. §5.35.1Διῆς — 专有名词 Διῆς(迪翁的居民)在此作及物动词 εἷλον 的主语(主格复数),表示攻占叙索斯(Θυσσόν,宾格)的主体。
  2. §5.35.3πρότεροι λαχόντες — 形容词 πρότεροι(比较级主格复数)修饰分词 λαχόντες(λαγχάνω 的不定过去时),表示“抽签决定首先进行某事”,不定式 ἀποδιδόναι 作为 λαχόντες 的补语。
  3. §5.35.4μετεμέλοντο ἀποδεδωκότες — 动词 μεταμέλομαι(后悔)后接分词(此处为完成时主动分词 ἀποδεδωκότες)而非不定式,用以表示后悔的具体事实,意为“后悔已经归还了他们”。
  4. §5.35.5κρατεῖν — 表示支配、控制的动词 κρατεῖν 支配属格(此处为 Ἀμφιπόλεως)。随后的 ὥστε παραδοῦναι 是表示结果的副词性从句,意为“达到能够交出的程度(进行有效控制)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.35.1-5.35.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.35.1-5.35.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。