Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.37.1-5.37.5

阿耳戈斯向波奥蒂亚提议结盟

第 537 段,共 917 段 · 希腊语

内容简介

波奥蒂亚和科林斯的使节在回国途中,受到阿耳戈斯最高官员的结盟邀请。由于该提议恰好与拉刻代蒙方面的秘密指示相吻合,波奥达克们极力欢迎阿耳戈斯的来使。

§5.37.1καὶ οἱ μὲν Βοιωτοὶ καὶ Κορίνθιοι ταῦτα ἐπεσταλμένοι ἀπό τε τοῦ Ξενάρους καὶ Κλεοβούλου καὶ ὅσοι φίλοι ἦσαν αὐτοῖς τῶν Λακεδαιμονίων ὥστε ἀπαγγεῖλαι ἐπὶ τὰ κοινά, ἑκάτεροι ἀνεχώρουν.
因此,波奥蒂亚人和科林斯人分别启程回国,他们从克塞纳雷斯、克列奥布洛以及所有对他们友好的拉刻代蒙人那里,得到了将这些指示向各自政府汇报的命令。
§5.37.2Ἀργείων δὲ δύο ἄνδρες τῆς ἀρχῆς τῆς μεγίστης ἐπετήρουν ἀπιόντας αὐτοὺς καθ’ ὁδὸν καὶ ξυγγενόμενοι ἐς λόγους ἦλθον, εἴ πως οἱ Βοιωτοὶ σφίσι ξύμμαχοι γένοιντο ὥσπερ Κορίνθιοι καὶ Ἠλεῖοι καὶ Μαντινῆς·
然而,两位担任最高官职的阿耳戈斯人,在他们回国的途中等待他们,并在与他们相遇后开始进行交谈,询问波奥蒂亚人是否能设法成为他们的盟友,就像科林斯人、埃利斯人和曼提内亚人一样。
νομίζειν γὰρ ἂν τούτου προχωρήσαντος ῥᾳδίως ἤδη καὶ πολεμεῖν καὶ σπένδεσθαι καὶ πρὸς Λακεδαιμονίους, εἰ βούλοιντο, κοινῷ λόγῳ χρωμένους, καὶ εἴ τινα πρὸς ἄλλον δέοι.
因为他们认为,如果这件事得以成功,那么无论是在需要时与拉刻代蒙人(如果他们愿意的话)还是与任何其他人开战或言和,他们都可以通过共同协商而轻易实现。
§5.37.3τοῖς δὲ τῶν Βοιωτῶν πρέσβεσιν ἀκούουσιν ἤρεσκεν· κατὰ τύχην γὰρ ἐδέοντο τούτων ὧνπερ καὶ οἱ ἐκ τῆς Λακεδαίμονος αὐτοῖς φίλοι ἐπεστάλκεσαν.
对波奥蒂亚的使节们而言,听了这番话感到非常欣喜;因为巧合的是,阿耳戈斯人所请求的,正是他们在拉刻代蒙的朋友们指示他们做的事情。
καὶ οἱ τῶν Ἀργείων ἄνδρες ὡς ᾔσθοντο αὐτοὺς δεχομένους τὸν λόγον, εἰπόντες ὅτι πρέσβεις πέμψουσιν ἐς Βοιωτοὺς ἀπῆλθον.
阿耳戈斯人在察觉到他们接受了这一提议后,便告辞离去,并表示将派使节前往波奥蒂亚。
§5.37.4ἀφικόμενοι δὲ οἱ Βοιωτοὶ ἀπήγγειλαν τοῖς βοιωτάρχαις τά τε ἐκ τῆς Λακεδαίμονος καὶ τὰ ἀπὸ τῶν ξυγγενομένων Ἀργείων·
波奥蒂亚人抵达后,向波奥达克们报告了拉刻代蒙方面的指示以及路上相遇的阿耳戈斯人的提议。
καὶ οἱ βοιωτάρχαι ἠρέσκοντό τε καὶ πολλῷ προθυμότεροι ἦσαν, ὅτι ἀμφοτέρωθεν ξυνεβεβήκει αὐτοῖς τούς τε φίλους τῶν Λακεδαιμονίων τῶν αὐτῶν δεῖσθαι καὶ τοὺς Ἀργείους ἐς τὰ ὁμοῖα σπεύδειν.
波奥达克们不仅感到高兴,而且变得更加积极,因为对他们来说,双方恰好达成了巧合:拉刻代蒙的朋友们请求同样的事情,而阿耳戈斯人也正朝着相同的方向努力。
§5.37.5καὶ οὐ πολλῷ ὕστερον πρέσβεις παρῆσαν Ἀργείων τὰ εἰρημένα προκαλούμενοι·
不久之后,阿耳戈斯人的使节前来,正式提出上述提议。
καὶ αὐτοὺς ἀπέπεμψαν ἐπαινέσαντες τοὺς λόγους οἱ βοιωτάρχαι καὶ πρέσβεις ὑποσχόμενοι ἀποστελεῖν περὶ τῆς ξυμμαχίας ἐς Ἄργος.
波奥达克们赞许了他们的提议后将他们送回,并承诺将派使节前往阿耳戈斯商讨结盟事宜。

词汇与语法注释

  1. 5.37.1ταῦτα ἐπεσταλμένοι — 完成时被动分词 `ἐπεσταλμένοι`(源自 `ἐπιστέλλω`)保留了宾格 `ταῦτα`(保留宾格),因为该动词在主动语态中支配人(与格)和物(宾格)。
  2. 5.37.2νομίζειν γὰρ ἂν — 间接引语中的不定式,相当于直接引语中的希求法(虚拟语气)加 `ἂν`(即 `νομίζοιεν ἄν`),表示潜在可能性。小词 `ἄν` 在逻辑上作用于下属的不定式 `πολεμεῖν` 和 `σπένδεσθαι`。表示主观想法的主句动词从上下文语境中省略。
  3. 5.37.3τούτων ὧνπερ — 关系代词的格同化(attraction)现象。关系代词 `ὧνπερ` 受其先行词 `τούτων` 的属格影响而变为了属格,按语法原本应作 `ἐπεστάλκεσαν` 的直接宾语而使用宾格 `ἅπερ`。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.37.1-5.37.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.37.1-5.37.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。