§5.34.1καὶ τοῦ αὐτοῦ θέρους ἤδη ἡκόντων αὐτοῖς τῶν ἀπὸ Θρᾴκης μετὰ Βρασίδου ἐξελθόντων στρατιωτῶν, οὓς ὁ Κλεαρίδας μετὰ τὰς σπονδὰς ἐκόμισεν, οἱ Λακεδαιμόνιοι ἐψηφίσαντο τοὺς μὲν μετὰ Βρασίδου Εἵλωτας μαχεσαμένους ἐλευθέρους εἶναι καὶ οἰκεῖν ὅπου ἂν βούλωνται, καὶ ὕστερον οὐ πολλῷ αὐτοὺς μετὰ τῶν νεοδαμωδῶν ἐς Λέπρεον κατέστησαν, κείμενον ἐπὶ τῆς Λακωνικῆς καὶ τῆς Ἠλείας, ὄντες ἤδη διάφοροι Ἠλείοις·
在同一个夏天,当那些与布拉西达斯一同前往色雷斯远征的士兵已经回到他们那里时——这些士兵是克里阿里达斯在缔结和约后带回的——拉刻代蒙人通过决议,宣布与布拉西达斯一同战斗过的黑劳士获得自由,并允许他们居住在任何他们想去的地方。 不久之后,由于当时已与伊利斯人产生不和,拉刻代蒙人将他们与“新公民”一同安置在位于拉科尼亚和伊利斯边界的勒普勒翁。
§5.34.2τοὺς δ’ ἐκ τῆς νήσου ληφθέντας σφῶν καὶ τὰ ὅπλα παραδόντας, δείσαντες μή τι διὰ τὴν ξυμφορὰν νομίσαντες ἐλασσωθήσεσθαι καὶ ὄντες ἐπίτιμοι νεωτερίσωσιν, ἤδη καὶ ἀρχάς τινας ἔχοντας ἀτίμους ἐποίησαν, ἀτιμίαν δὲ τοιάνδε ὥστε μήτε ἄρχειν μήτε πριαμένους τι ἢ πωλοῦντας κυρίους εἶναι.
至于那些在岛上被俘并缴械投降的己方人员,拉刻代蒙人担心他们会因遭受这番灾祸而认为自己将受到贬低,从而在保有公民权的情况下图谋叛乱,因此将他们剥夺公民权(阿提米亚),甚至连当时已担任某些官职的人也不例外。 这种剥夺公民权的具体规定是:他们既不能担任官职,在买卖事物时也没有合法的自主权。
ὕστερον δὲ αὖθις χρόνῳ ἐπίτιμοι ἐγένοντο.
不过,后来随着时间的推移,他们又重新恢复了公民权。