§5.27.1ἐπειδὴ γὰρ αἱ πεντηκοντούτεις σπονδαὶ ἐγένοντο καὶ ὕστερον ἡ ξυμμαχία, καὶ αἱ ἀπὸ τῆς Πελοποννήσου πρεσβεῖαι, αἵπερ παρεκλήθησαν ἐς αὐτά, ἀνεχώρουν ἐκ τῆς Λακεδαίμονος·
因为在缔结了五十年和约以及随后的盟约之后,曾为此事而被召集来的伯罗奔尼撒各国使团也正离开拉刻代蒙。
§5.27.2καὶ οἱ μὲν ἄλλοι ἐπ’ οἴκου ἀπῆλθον, Κορίνθιοι δὲ ἐς Ἄργος τραπόμενοι πρῶτον λόγους ποιοῦνται πρός τινας τῶν ἐν τέλει ὄντων Ἀργείων ὡς χρή, ἐπειδὴ Λακεδαιμόνιοι οὐκ ἐπ᾽ ἀγαθῷ, ἀλλ’ ἐπὶ καταδουλώσει τῆς Πελοποννήσου σπονδὰς καὶ ξυμμαχίαν πρὸς Ἀθηναίους τοὺς πρὶν ἐχθίστους πεποίηνται, ὁρᾶν τοὺς Ἀργείους ὅπως σωθήσεται ἡ Πελοπόννησος καὶ ψηφίσασθαι τὴν βουλομένην πόλιν τῶν Ἑλλήνων, ἥτις αὐτόνομός τέ ἐστι καὶ δίκας ἴσας καὶ ὁμοίας δίδωσι, πρὸς Ἀργείους ξυμμαχίαν ποιεῖσθαι ὥστε τῇ ἀλλήλων ἐπιμαχεῖν, ἀποδεῖξαι δὲ ἄνδρας ὀλίγους ἀρχὴν αὐτοκράτορας καὶ μὴ πρὸς τὸν δῆμον τοὺς λόγους εἶναι, τοῦ μὴ καταφανεῖς γίγνεσθαι τοὺς μὴ πείσαντας τὸ πλῆθος·
其他使团各自回国,而科林斯人则转向阿哥斯,首先同一些处于领导地位的阿哥斯人进行交涉,指出:既然拉刻代蒙人同先前的死敌雅典人缔结和约与同盟,其目的不是为了伯罗奔尼撒的好处,而是为了奴役它,那么阿哥斯人就必须考虑如何拯救伯罗奔尼撒,并通过一项决议,允许任何一个希望与之结盟的希腊城邦——只要它是自治的且提供平等和公正的司法解决——与阿哥斯人建立攻守同盟。 此外,还应任命少数拥有全权的代表,而不应在公民大会上直接进行谈判,以防那些未能说服群众的人暴露身份。
ἔφασαν δὲ πολλοὺς προσχωρήσεσθαι μίσει τῶν Λακεδαιμονίων.
科林斯人声称,由于对拉刻代蒙人的仇恨,许多城邦将会加入。
§5.27.3καὶ οἱ μὲν Κορίνθιοι διδάξαντες ταῦτα ἀνεχώρησαν ἐπ’ οἴκου·
科林斯人在传达了这些意见后,便启程回国。