§5.22.1οἱ δὲ ξύμμαχοι ἐν τῇ Λακεδαίμονι αὐτοὶ ἔτυχον ὄντες, καὶ αὐτῶν τοὺς μὴ δεξαμένους τὰς σπονδὰς ἐκέλευον οἱ Λακεδαιμόνιοι ποιεῖσθαι.
与此同时,盟国使节本人正好就在拉刻代蒙,拉刻代蒙人命令其中那些未接受和约的人去缔结和约。
οἱ δὲ τῇ αὐτῇ προφάσει ᾗπερ καὶ τὸ πρῶτον ἀπεώσαντο οὐκ ἔφασαν δέξεσθαι, ἢν μή τινας δικαιοτέρας τούτων ποιῶνται.
但他们以最初拒绝时相同的借口,声称除非制定出比这更公正的条款,否则他们绝不接受。
§5.22.2ὡς δ’ αὐτῶν οὐκ ἐσήκουον, ἐκείνους μὲν ἀπέπεμψαν, αὐτοὶ δὲ πρὸς τοὺς Ἀθηναίους ξυμμαχίαν ἐποιοῦντο, νομίζοντες ἥκιστα ἂν σφίσι τούς τε Ἀργείους, ἐπειδὴ οὐκ ἤθελον Ἀμπελίδου καὶ Λίχου ἐλθόντων ἐπισπένδεσθαι νομίσαντες αὐτοὺς ἄνευ Ἀθηναίων οὐ δεινοὺς εἶναι, καὶ τὴν ἄλλην Πελοπόννησον μάλιστ’ ἂν ἡσυχάζειν· πρὸς γὰρ ἂν τοὺς Ἀθηναίους, εἰ ἐξῆν, χωρεῖν.
拉刻代蒙人见他们不听劝告,便打发他们回去,而他们自己则着手与雅典人缔结同盟,因为他们认为,这样一来,阿尔戈斯人对他们来说就最不具威胁(阿尔戈斯人此前在安佩利达斯和利科斯到来时,因认为没有雅典人的支持斯巴达人并不可怕,而不愿续签条约),而且伯罗奔尼撒的其他地区也会保持最大限度的平静;因为如果有机会,他们本会倒向雅典人那边的。
§5.22.3παρόντων οὖν πρέσβεων ἀπὸ τῶν Ἀθηναίων καὶ γενομένων λόγων ξυνέβησαν, καὶ ἐγένοντο ὅρκοι καὶ ξυμμαχία ἥδε.
因此,在雅典使节在场并进行谈判之后,他们达成了协议,并举行了宣誓,结成了如下同盟。