§5.23.1‘κατὰ τάδε ξύμμαχοι ἔσονται Λακεδαιμόνιοι 〈καὶ Ἀθηναῖοι〉 πεντήκοντα ἔτη.
“拉刻代蒙人与〈雅典人〉将根据以下条款结为五十年的同盟。
ἢν [δέ] τινες ἴωσιν ἐς τὴν γῆν πολέμιοι τὴν Λακεδαιμονίων καὶ κακῶς ποιῶσι Λακεδαιμονίους, ὠφελεῖν Ἀθηναίους Λακεδαιμονίους τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν· ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ ἀμφοτέρων, καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε.
如果有任何敌人侵入拉刻代蒙人的领土并给拉刻代蒙人带来危害,雅典人应尽其所能,以最强有力的方式援助拉刻代蒙人;如果敌人蹂躏该地后撤离,该城邦应成为拉刻代蒙人和雅典人共同的敌人,并遭受双方的打击,且两城邦应同时结束对该邦的战争。
ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως.
这些条款应以公正、积极且无欺诈的方式予以遵守。
§5.23.2καὶ ἤν τινες ἐς τὴν Ἀθηναίων γῆν ἴωσι πολέμιοι καὶ κακῶς ποιῶσιν Ἀθηναίους, ὠφελεῖν Λακεδαιμονίους 〈Ἀθηναίους 〉 τρόπῳ ὅτῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν· ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπ’ ἀμφοτέρων, καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε.
如果有任何敌人侵入雅典人的领土并给雅典人带来危害,拉刻代蒙人应尽其所能,以最强有力的方式援助〈雅典人〉;如果敌人蹂躏该地后撤离,该城邦应成为拉刻代蒙人和雅典人共同的敌人,并遭受双方的打击,且两城邦应同时结束对该邦的战争。
§5.23.3ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως.
这些条款应以公正、积极且无欺诈的方式予以遵守。
ἢν δὲ ἡ δουλεία ἐπανιστῆται, ἐπικουρεῖν Ἀθηναίους Λακεδαιμονίοις παντὶ σθένει κατὰ τὸ δυνατόν.
如果奴隶发生起义,雅典人应尽其所能,用全部力量救援拉刻代蒙人。
§5.23.4ὀμοῦνται δὲ ταῦτα οἵπερ καὶ τὰς ἄλλας σπονδὰς ὤμνυον ἑκατέρων.
双方应由当初对另一项条约宣誓的相同人员来对本条约宣誓。
ἀνανεοῦσθαι δὲ 〈τὸν ὅρκον〉 κατ’ ἐνιαυτὸν Λακεδαιμονίους μὲν ἰόντας ἐς Ἀθήνας πρὸς τὰ Διονύσια, Ἀθηναίους δὲ ἰόντας ἐς Λακεδαίμονα πρὸς τὰ Ὑακίνθια.
盟约应每年更新〈誓言〉,拉刻代蒙人在酒神节时前往雅典,雅典人在雅辛托斯节时前往拉刻代蒙。
§5.23.5στήλην δὲ ἑκατέρους στῆσαι, τὴν μὲν ἐν Λακεδαίμονι παρ’ Ἀπόλλωνι ἐν Ἀμυκλαίῳ, τὴν δὲ ἐν Ἀθήναις ἐν πόλει παρ’ Ἀθηνᾷ.
双方应各自树立一块石碑,一块在拉刻代蒙阿米克莱翁的阿波罗神庙旁,另一块在雅典卫城的雅典娜神庙旁。
§5.23.6ἢν δέ τι δοκῇ Λακεδαιμονίοις καὶ Ἀθηναίοις προσθεῖναι καὶ ἀφελεῖν περὶ τῆς ξυμμαχίας, ὅτι ἂν δοκῇ, εὔορκον ἀμφοτέροις εἶναι.
如果拉刻代蒙人和雅典人认为有必要对该同盟关系增加或删减任何内容,则双方所同意的任何修改均不视为违背誓言。 ”