Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.16.1-5.16.3

尼基阿斯与普雷斯托阿纳克斯促和的动机

第 516 段,共 917 段 · 希腊语

内容简介

在安菲波利斯战役中克里昂与布拉西达斯战死后,雅典的尼基阿斯与斯巴达的普雷斯托阿纳克斯出于各自的考量强烈推动和平谈判。普雷斯托阿纳克斯尤其希望通过和平来平息因涉嫌通过收买神谕而非法复位的指控。

§5.16.1ἐπειδὴ δὲ καὶ ἡ ἐν Ἀμφιπόλει ἧσσα τοῖς Ἀθηναίοις ἐγεγένητο καὶ ἐτεθνήκει Κλέων τε καὶ Βρασίδας, οἵπερ ἀμφοτέρωθεν μάλιστα ἠναντιοῦντο τῇ εἰρήνῃ, ὁ μὲν διὰ τὸ εὐτυχεῖν τε καὶ τιμᾶσθαι ἐκ τοῦ πολεμεῖν, ὁ δὲ γενομένης ἡσυχίας καταφανέστερος νομίζων ἂν εἶναι κακουργῶν καὶ ἀπιστότερος διαβάλλων, τότε δὴ ἑκατέρᾳ τῇ πόλει σπεύδοντες τὰ μάλιστα τὴν ἡγεμονίαν Πλειστοάναξ τε ὁ Παυσανίου βασιλεὺς Λακεδαιμονίων καὶ Νικίας ὁ Νικηράτου, πλεῖστα τῶν τότε εὖ φερόμενος ἐν στρατηγίαις, πολλῷ δὴ μᾶλλον προυθυμοῦντο, Νικίας μὲν βουλόμενος, ἐν ᾧ ἀπαθὴς ἦν καὶ ἠξιοῦτο, διασώσασθαι τὴν εὐτυχίαν, καὶ ἔς τε τὸ αὐτίκα πόνων πεπαῦσθαι καὶ αὐτὸς καὶ τοὺς πολίτας παῦσαι καὶ τῷ μέλλοντι χρόνῳ καταλιπεῖν ὄνομα ὡς οὐδὲν σφήλας τὴν πόλιν διεγένετο, νομίζων ἐκ τοῦ ἀκινδύνου τοῦτο ξυμβαίνειν καὶ ὅστις ἐλάχιστα τύχῃ αὑτὸν παραδίδωσι, τὸ δὲ ἀκίνδυνον τὴν εἰρήνην παρέχειν, Πλειστοάναξ δὲ ὑπὸ τῶν ἐχθρῶν διαβαλλόμενος περὶ τῆς καθόδου, καὶ ἐς ἐνθυμίαν τοῖς Λακεδαιμονίοις αἰεὶ προβαλλόμενος ὑπ’ αὐτῶν, ὁπότε τι πταίσειαν, ὡς διὰ τὴν ἐκείνου κάθοδον παρανομηθεῖσαν ταῦτα ξυμβαίνοι.
但是,当雅典人在安菲波利斯也遭遇失败,且克里昂与布拉西达斯双双战死之后——他们两人在各自阵营中都是最强烈反对和平的人,前者是因为从战争中获得了成功与荣誉,后者则认为若局势平静,他的恶行将更为昭著,而他的诽谤也将更难令人置信——就在那时,帕乌萨尼亚斯之子、拉刻代蒙人的国王普雷斯托阿纳克斯,以及尼刻拉托斯之子尼基阿斯(他在当时的将领中在军事指挥上最享盛名),由于最渴望在各自的城邦中居于领导地位,便更加积极地争取和平。 尼基阿斯希望在自己尚未遭受挫折且深孚众望之时,能够保全自己的幸运,不仅使自己和公民们眼下得以免于劳苦,而且为未来留下美名,即他一生从未给城邦带来任何灾难;他认为这是通过避免危险、以及尽可能少地将自己托付给命运而达成的,而和平正是提供了这种安全。 另一方面,普雷斯托阿纳克斯因其复位一事而受到敌人的诽谤,每当拉刻代蒙人遭遇任何挫折时,敌人们便总是将此事作为宗教上的隐忧呈现在拉刻代蒙人面前,声称这些灾难是因为他不合法的复位而发生的。
§5.16.2τὴν γὰρ πρόμαντιν τὴν ἐν Δελφοῖς ἐπῃτιῶντο αὐτὸν πεῖσαι μετ’ Ἀριστοκλέους τοῦ ἀδελφοῦ ὥστε χρῆσαι Λακεδαιμονίοις ἐπὶ πολὺ τάδε θεωροῖς ἀφικνουμένοις, Διὸς υἱοῦ ἡμιθέου τὸ σπέρμα ἐκ τῆς ἀλλοτρίας ἐς τὴν ἑαυτῶν ἀναφέρειν, εἰ δὲ μή, ἀργυρέᾳ εὐλάκᾳ εὐλαξεῖν·
因为他们指控他与他的兄弟阿里斯托克勒斯一起,收买了德尔斐的女祭司,使她向长期前来求问神谕的拉刻代蒙人宣示:应当将宙斯半神之子的子嗣从异国接回自己的国家;否则,他们将用银犁耕田。
§5.16.3χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους φεύγοντα αὐτὸν ἐς Λύκαιον διὰ τὴν ἐκ τῆς Ἀττικῆς ποτὲ μετὰ δώρων δοκήσεως ἀναχώρησιν, καὶ ἥμισυ τῆς οἰκίας τοῦ ἱεροῦ τότε τοῦ Διὸς οἰκοῦντα φόβῳ τῷ Λακεδαιμονίων, ἔτει ἑνὸς δέοντι εἰκοστῷ τοῖς ὁμοίοις χοροῖς καὶ θυσίαις καταγαγεῖν ὥσπερ ὅτε τὸ πρῶτον Λακεδαίμονα κτίζοντες τοὺς βασιλέας καθίσταντο.
并且说,随着时间的推移,他终于在第十九年促使拉刻代蒙人以如同最初建国设立国王时那样的合唱和祭祀,将他迎回——他曾因涉嫌收受贿赂而从阿提卡撤军,因而流亡于吕凯翁山,且由于对拉刻代蒙人的恐惧,当时他居住在有一半在宙斯神殿范围内的住所中。

词汇与语法注释

  1. 5.16.1νομίζων ἂν εἶναι — 与分词 νομίζων 连用的助词 ἄν 属于间接引语中的不定式 εἶναι,表示潜在祈愿式或非真实陈述式(即“认为自己将会是……”)。
  2. 5.16.1ἐς ἐνθυμίαν ... προβαλλόμενος — 词组 ἐς ἐνθυμίαν προβάλλειν 是一个习惯表达,意为“作为宗教上的隐忧或良心上的亏欠提出”。它指的是普雷斯托阿纳克斯的政敌如何不断地将军事上的挫折归咎于他的“不合法复位”,从而利用人们对神明惩罚的迷信恐惧。
  3. 5.16.2ἀργυρέᾳ εὐλάκᾳ εὐλαξεῖν — “用银犁耕田”是德尔斐神谕中一句令人费解的成语。它警告说,如果他们不服从神谕(迎回国王),他们的农业将会变得极其昂贵,暗示将发生饥荒,不得不使用银两来购买粮食。
  4. 5.16.3ἔτει ἑνὸς δέοντι εἰκοστῷ — “在差一年满二十的年份”,即希腊语中表示“第十九年”的习惯表达。
  5. 5.16.3καταγαγεῖν — 该不定式依赖于 προτρέψαι(或与之并列),表示说服的结果(“促使拉刻代蒙人迎回他”)。这一系列不定式(πεῖσαι、χρῆσαι、προτρέψαι、καταγαγεῖν)均受间接引语中主句动词 ἐπῃτιῶντο(控诉)的支配。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.16.1-5.16.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.16.1-5.16.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。