Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.17.1-5.17.2

和平谈判的推进与归还领土的协议

第 517 段,共 917 段 · 希腊语

内容简介

阐述了普雷斯托阿纳克斯为免受诽谤而争取和平的个人动机,并详细描述了通过外交谈判与领土妥协,在排除部分盟国反对后最终缔结和平条约的过程。

§5.17.1ἀχθόμενος οὖν τῇ διαβολῇ ταύτῃ καὶ νομίζων ἐν εἰρήνῃ μὲν οὐδενὸς σφάλματος γιγνομένου καὶ ἅμα τῶν Λακεδαιμονίων τοὺς ἄνδρας κομιζομένων κἂν αὐτὸς τοῖς ἐχθροῖς ἀνεπίληπτος εἶναι, πολέμου δὲ καθεστῶτος αἰεὶ ἀνάγκην εἶναι τοὺς προύχοντας ἀπὸ τῶν ξυμφορῶν διαβάλλεσθαι, προυθυμήθη τὴν ξύμβασιν.
因此,普雷斯托阿纳克斯对这一诽谤感到气恼,并认为在和平时期,由于不会发生任何挫折,同时拉刻代蒙人也能接回他们的俘虏,他自己也将免受敌人的指责;而在战争持续时,居于领导地位的人必然总是会因为灾难而受到诽谤。 因此,他极力争取达成和平协议。
§5.17.2καὶ τόν τε χειμῶνα τοῦτον ᾖσαν ἐς λόγους καὶ πρὸς τὸ ἔαρ ἤδη παρασκευή τε προεπανεσείσθη ἀπὸ τῶν Λακεδαιμονίων περιαγγελλομένη κατὰ πόλεις ὡς 〈ἐς 〉 ἐπιτειχισμόν, ὅπως οἱ Ἀθηναῖοι μᾶλλον ἐσακούοιεν, καὶ ἐπειδὴ ἐκ τῶν ξυνόδων ἅμα πολλὰς δικαιώσεις προενεγκόντων ἀλλήλοις ξυνεχωρεῖτο ὥστε ἃ ἑκάτεροι πολέμῳ ἔσχον ἀποδόντας τὴν εἰρήνην ποιεῖσθαι, Νίσαιαν δ’ ἔχειν Ἀθηναίους (ἀνταπαιτούντων γὰρ Πλάταιαν οἱ Θηβαῖοι ἔφασαν οὐ βίᾳ, ἀλλ’ ὁμολογίᾳ αὐτῶν προσχωρησάντων καὶ οὐ προδόντων ἔχειν τὸ χωρίον, καὶ οἱ Ἀθηναῖοι τῷ αὐτῷ τρόπῳ τὴν Νίσαιαν), τότε δὴ παρακαλέσαντες τοὺς ἑαυτῶν ξυμμάχους οἱ Λακεδαιμόνιοι, καὶ ψηφισαμένων πλὴν Βοιωτῶν καὶ Κορινθίων καὶ Ἠλείων καὶ Μεγαρέων τῶν ἄλλων ὥστε καταλύεσθαι (τούτοις δὲ οὐκ ἤρεσκε τὰ πρασσόμενα), ποιοῦνται τὴν ξύμβασιν καὶ ἐσπείσαντο πρὸς τοὺς Ἀθηναίους καὶ ὤμοσαν, ἐκεῖνοί τε πρὸς τοὺς Λακεδαιμονίους, τάδε.
在这个冬天,他们进行着谈判。 到了接近春天的时候,拉刻代蒙人首先向各城邦发出通知,摆出准备建造要塞的军事姿态作为威慑,以便让雅典人更加顺从。 当他们在会合中互相提出许多要求之后,双方达成一致,同意通过归还各自在战争中所占领的地方来缔结和平,但雅典人保有尼萨亚(因为当雅典人对等地要求归还普拉提亚时,底比斯人声称他们占有该地并非通过武力,而是因为普拉提亚人根据协议归顺了他们,并没有背叛,而雅典人也以同样的方式保有了尼萨亚)。 就在那时,拉刻代蒙人召集了他们的盟国,除波奥蒂亚人、科林斯人、埃利斯人和麦加拉人之外,其他盟国都投票同意结束战争(而上述四国对正在进行的交涉并不满意),于是他们达成了协议,与雅典人缔结了休战条约并宣誓,雅典人也同样向拉刻代蒙人宣誓,内容如下。

词汇与语法注释

  1. 5.17.1κἂν αὐτὸς τοῖς ἐχθροῖς ἀνεπίληπτος εἶναι — κἂν 是 καὶ ἄν 的缩合。不定式 εἶναι 依赖于分词 νομίζων,带有 ἄν 表示间接引语中的潜在可能性(相当于直接引语中的 ἂν εἴην “我本可以……”)。主语 αὐτός 用主格,是因为它与支配分词 νομίζων 的主语一致。
  2. 5.17.2προενεγκόντων — 过去时主动分词的属格复数。这是一个省略了主语(即谈判双方,雅典人和拉刻代蒙人)的属格绝对独立结构(genitive absolute),其主语在上下文中是显而易见的。
  3. 5.17.2ἀνταπαιτούντων — 现在时主动分词的属格复数。与前一注中的 προενεγκόντων 类似,这是一个省略了主语(即雅典人 τῶν Ἀθηναίων)的属格绝对独立结构,表示雅典人对等地要求归还普拉提亚。
  4. 5.17.2ἀποδόντας — 过去时主动分词的宾格复数。它与不定式 ποιεῖσθαι 隐含的宾格主语(代表双方当事人)保持一致,因此采用宾格形式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.17.1-5.17.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.17.1-5.17.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。