§5.13.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος εὐθὺς μέχρι μὲν Πιερίου τῆς Θεσσαλίας διῆλθον οἱ περὶ τὸν Ῥαμφίαν, κωλυόντων δὲ τῶν Θεσσαλῶν καὶ ἅμα Βρασίδου τεθνεῶτος, ᾧπερ ἦγον τὴν στρατιάν, ἀπετράποντο ἐπ’ οἴκου, νομίσαντες οὐδένα καιρὸν ἔτι εἶναι τῶν τε Ἀθηναίων ἥσσῃ ἀπεληλυθότων καὶ οὐκ ἀξιόχρεων αὐτῶν ὄντων δρᾶν τι ὧν κἀκεῖνος ἐπενόει.
在接下来的冬季刚开始时,兰菲亚斯一行人前行到了色萨利的皮埃里翁;但由于色萨利人的阻挠,同时他们为其运送军队的巴西达斯已经阵亡,他们便返回了本国。 因为他们认为,既然雅典人已经因战败而撤退,而且他们自己也没有足够的力量去实行巴西达斯所企图的任何计划,那么现在已经不再有什么时机了。
§5.13.2μάλιστα δὲ ἀπῆλθον εἰδότες τοὺς Λακεδαιμονίους, ὅτε ἐξῇσαν, πρὸς τὴν εἰρήνην μᾶλλον τὴν γνώμην ἔχοντας.
但他们返回的最大原因,是因为他们知道,在他们出发时,斯巴达人就已更加倾向于和平。