§5.14.1ξυνέβη τε εὐθὺς μετὰ τὴν ἐν Ἀμφιπόλει μάχην καὶ τὴν Ῥαμφίου ἀναχώρησιν ἐκ Θεσσαλίας ὥστε πολέμου μὲν μηδὲν ἔτι ἅψασθαι μηδετέρους, πρὸς δὲ τὴν εἰρήνην μᾶλλον τὴν γνώμην εἶχον, οἱ μὲν Ἀθηναῖοι πληγέντες ἐπί τε τῷ Δηλίῳ καὶ δι’ ὀλίγου αὖθις ἐν Ἀμφιπόλει, καὶ οὐκ ἔχοντες τὴν ἐλπίδα τῆς ῥώμης πιστὴν ἔτι, ᾗπερ οὐ προσεδέχοντο πρότερον τὰς σπονδάς, δοκοῦντες τῇ παρούσῃ εὐτυχίᾳ καθυπέρτεροι γενήσεσθαι·
在安菲波利斯战役以及兰菲亚斯从色萨利撤退之后,立时出现了这样的局面:双方都不再进行任何战争活动,而是更加倾向于和平。 雅典人方面,由于在德里翁以及不久后在安菲波利斯接连遭受打击,不再对自己的力量抱有确信的希望——以前他们正是凭着这种希望而拒绝了休战协定,以为凭着当时的幸运可以保持优势。
§5.14.2καὶ τοὺς ξυμμάχους ἅμα ἐδέδισαν σφῶν μὴ διὰ τὰ σφάλματα ἐπαιρόμενοι ἐπὶ πλέον ἀποστῶσι, μετεμέλοντό τε ὅτι μετὰ τὰ ἐν Πύλῳ καλῶς παρασχὸν οὐ ξυνέβησαν·
同时,他们也担心自己的盟友会因这些挫折而受到鼓舞,从而更大规模地叛乱;他们也后悔在皮洛斯获胜后、在有极好机会的时候没有达成协议。
§5.14.3οἱ δ’ αὖ Λακεδαιμόνιοι παρὰ γνώμην μὲν ἀποβαίνοντος σφίσι τοῦ πολέμου, ἐν ᾧ ᾤοντο ὀλίγων ἐτῶν καθαιρήσειν τὴν τῶν Ἀθηναίων δύναμιν, εἰ τὴν γῆν τέμνοιεν, περιπεσόντες δὲ τῇ ἐν τῇ νήσῳ ξυμφορᾷ, οἵα οὔπω ἐγεγένητο τῇ Σπάρτῃ, καὶ λῃστευομένης τῆς χώρας ἐκ τῆς Πύλου καὶ Κυθήρων, αὐτομολούντων τε τῶν Εἱλώτων καὶ αἰεὶ προσδοκίας οὔσης μή τι καὶ οἱ ὑπομένοντες τοῖς ἔξω πίσυνοι πρὸς τὰ παρόντα σφίσιν ὥσπερ καὶ πρότερον νεωτερίσωσιν.
另一方面,斯巴达人则发现战争的发展违背了他们的预期(他们曾以为,只要蹂躏敌人的土地,就能在几年内摧毁雅典的力量),他们在岛上遭遇了斯巴达从未经历过的灾难,而且他们的领土不断遭到来自皮洛斯和基西拉的掠夺,黑劳士也在逃亡,并且他们总是担心那些留在国内的人会依靠外在的力量,利用眼前的局势像以前那样发动叛乱。
§5.14.4ξυνέβαινε δὲ καὶ πρὸς τοὺς Ἀργείους αὐτοῖς τὰς τριακοντούτεις σπονδὰς ἐπ’ ἐξόδῳ εἶναι, καὶ ἄλλας οὐκ ἤθελον σπένδεσθαι οἱ Ἀργεῖοι εἰ μή τις αὐτοῖς τὴν Κυνουρίαν γῆν ἀποδώσει, ὥστ’ ἀδύνατα εἶναι ἐφαίνετο Ἀργείοις καὶ Ἀθηναίοις ἅμα πολεμεῖν.
此外,他们与阿耳戈斯人的三十年休战条约即将到期,而阿耳戈斯人除非被归还库努里亚的土地,否则不愿缔结新的条约,因此,同时与阿耳戈斯人和雅典人交战似乎是不可能的。
τῶν τε ἐν Πελοποννήσῳ πόλεων ὑπώπτευόν τινας ἀποστήσεσθαι πρὸς τοὺς Ἀργείους· ὅπερ καὶ ἐγένετο.
他们还怀疑伯罗奔尼撒的一些城邦会倒向阿耳戈斯人,而这确实发生了。