§5.110.1ΜΗΛ.
οἱ δὲ καὶ ἄλλους ἂν ἔχοιεν πέμψαι·
米洛斯人但他们也可以派其他人来。
πολὺ δὲ τὸ Κρητικὸν πέλαγος, δι’ οὗ τῶν κρατούντων ἀπορώτερος ἡ λῆψις ἢ τῶν λαθεῖν βουλομένων ἡ σωτηρία.
而克里特海辽阔,在其间,制海者进行拦截比起意图隐蔽过海者的安全逃脱要更为困难。
§5.110.2καὶ εἰ τοῦδε σφάλλοιντο, τράποιντ’ ἂν καὶ ἐς τὴν γῆν ὑμῶν καὶ ἐπὶ τοὺς λοιποὺς τῶν ξυμμάχων, ὅσους μὴ Βρασίδας ἐπῆλθεν· καὶ οὐ περὶ τῆς μὴ προσηκούσης μᾶλλον ἢ τῆς οἰκειοτέρας ξυμμαχίδος τε καὶ γῆς ὁ πόνος ὑμῖν ἔσται.
而如果他们在此失败,他们也可能会转向攻打你们的本土,以及你们其余的盟国——那些巴西达斯未曾袭击过的盟国;这样,你们的斗争将不再是为了那片与你们无关的土地,而更多是为了你们切身相关的同盟国和本土。