§5.109.1ΑΘ.
τὸ δ’ ἐχυρόν γε τοῖς ξυναγωνιουμένοις οὐ τὸ εὔνουν τῶν ἐπικαλεσαμένων φαίνεται, ἀλλ’ ἢν τῶν ἔργων τις δυνάμει πολὺ προύχῃ·
雅典人然而,对于并肩作战的盟友来说,安全的保障不在于求援者的善意,而在于其在实际行动的力量上是否远胜一筹。
ὃ Λακεδαιμόνιοι καὶ πλέον τι τῶν ἄλλων σκοποῦσιν (τῆς γοῦν οἰκείας παρασκευῆς ἀπιστίᾳ καὶ μετὰ ξυμμάχων πολλῶν τοῖς πέλας ἐπέρχονται), ὥστε οὐκ εἰκὸς ἐς νῆσόν γε αὐτοὺς ἡμῶν ναυκρατόρων ὄντων περαιωθῆναι.
拉克代蒙人比其他人更看重这一点(无论如何,由于对本国的军事准备缺乏信心,他们只有在众多盟友的陪同下才会去进攻邻国),因此,在我们掌握着制海权的情况下,他们是不可能渡海到岛上来的。