§5.11.1μετὰ δὲ ταῦτα τὸν Βρασίδαν οἱ ξύμμαχοι πάντες ξὺν ὅπλοις ἐπισπόμενοι δημοσίᾳ ἔθαψαν ἐν τῇ πόλει πρὸ τῆς νῦν ἀγορᾶς οὔσης·
此后,全体盟军全副武装列队随行,将巴西达斯以国葬之礼安葬在城内,即如今的广场前方。
καὶ τὸ λοιπὸν οἱ Ἀμφιπολῖται, περιείρξαντες αὐτοῦ τὸ μνημεῖον, ὡς ἥρωί τε ἐντέμνουσι καὶ τιμὰς δεδώκασιν ἀγῶνας καὶ ἐτησίους θυσίας, καὶ τὴν ἀποικίαν ὡς οἰκιστῇ προσέθεσαν, καταβαλόντες τὰ Ἁγνώνεια οἰκοδομήματα καὶ ἀφανίσαντες εἴ τι μνημόσυνόν που ἔμελλεν αὐτοῦ τῆς οἰκίσεως περιέσεσθαι, νομίσαντες τὸν μὲν Βρασίδαν σωτῆρά τε σφῶν γεγενῆσθαι καὶ ἐν τῷ παρόντι ἅμα τὴν τῶν Λακεδαιμονίων ξυμμαχίαν φόβῳ τῶν Ἀθηναίων θεραπεύοντες, τὸν δὲ Ἅγνωνα κατὰ τὸ πολέμιον τῶν Ἀθηναίων οὐκ ἂν ὁμοίως σφίσι ξυμφόρως οὐδ’ ἂν ἡδέως τὰς τιμὰς ἔχειν.
此后,安菲波利斯人圈起他的陵墓,像对待英雄一样向他献祭,并给予他举办竞技会和年度祭祀的荣誉。 他们还将这座殖民城市归功于他,视其为创始人,为此推倒了哈格农的建筑,并清除了所有可能遗留的关于哈格农建城的纪念物;因为他们认为巴西达斯是他们的救星,同时在目前由于惧怕雅典人而极力争取拉刻代蒙人的联盟,并且他们认为,鉴于与雅典人的敌对状态,由哈格农继续享有这些(创始人的)荣誉,对他们而言既无同样的好处,也非乐事。
§5.11.2καὶ τοὺς νεκροὺς τοῖς Ἀθηναίοις ἀπέδοσαν.
他们将死者的遗体归还给雅典人。
ἀπέθανον δὲ Ἀθηναίων μὲν περὶ ἑξακοσίους, τῶν δ’ ἐναντίων ἑπτά, διὰ τὸ μὴ ἐκ παρατάξεως, ἀπὸ δὲ τοιαύτης ξυντυχίας καὶ προεκφοβήσεως τὴν μάχην μᾶλλον γενέσθαι.
雅典方面约有六百人阵亡,而对手(斯巴达方面)仅有七人阵亡,这是因为这场战斗并非源于正式的对阵,而是由于这样一次偶然的遭遇和事前的恐慌所致。
§5.11.3μετὰ δὲ τὴν ἀναίρεσιν οἱ μὲν ἐπ’ οἴκου ἀπέπλευσαν, οἱ δὲ μετὰ τοῦ Κλεαρίδου τὰ περὶ τὴν Ἀμφίπολιν καθίσταντο.
在收回遗体之后,雅典人乘船回国,而其他人则在克莱阿里达斯的率领下整顿安菲波利斯周围的局势。