§5.1.1τοῦ δ’ ἐπιγιγνομένου θέρους αἱ μὲν ἐνιαύσιοι σπονδαὶ διελέλυντο μέχρι Πυθίων, καὶ ἐν τῇ ἐκεχειρίᾳ Ἀθηναῖοι Δηλίους ἀνέστησαν ἐκ Δήλου, ἡγησάμενοι κατὰ παλαιάν τινα αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι, καὶ ἅμα ἐλλιπὲς σφίσιν εἶναι τοῦτο τῆς καθάρσεως, ᾗ πρότερόν μοι δεδήλωται ὡς ἀνελόντες τὰς θήκας τῶν τεθνεώτων ὀρθῶς ἐνόμισαν ποιῆσαι.
在随后的夏天,一年期的休战协定在皮提亚节日之前宣告失效。 在停战期间,雅典人将提洛人驱逐出提洛岛,因为他们认为提洛人因某种古老的罪责,在不洁净的状态下主持神圣仪式,同时也认为,正如我之前所说明的,他们曾认为通过移除死者的坟墓,自己已经做得很正确,但若不这样做(驱逐),他们的净化工作就是不完全的。
καὶ οἱ μὲν Δήλιοι Ἀτραμύττιον Φαρνάκου δόντος αὐτοῖς ἐν τῇ Ἀσίᾳ ᾤκησαν, οὕτως ὡς ἕκαστος ὥρμητο.
提洛人在法尔纳克斯向他们提供亚洲的阿特拉米提翁之后,便迁居于该地,每个人都按自己的意愿安顿下来。