§4.135.1ἀπεπείρασε δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ ὁ Βρασίδας τελευτῶντος καὶ πρὸς ἔαρ ἤδη Ποτειδαίας.
就在同一个冬天的末尾,且已临近春天,布拉西达斯也企图夺取波提代亚。
προσελθὼν γὰρ νυκτὸς καὶ κλίμακα προσθεὶς μέχρι μὲν τούτου ἔλαθεν· τοῦ γὰρ κώδωνος παρενεχθέντος οὕτως ἐς τὸ διάκενον, πρὶν ἐπανελθεῖν τὸν παραδιδόντα αὐτόν, ἡ πρόσθεσις ἐγένετο·
因为他在夜间逼近并架起梯子,直到这一步都没有被发现;原来,就在巡夜的警铃被传递到两哨所之间的空隙、而在传递警铃的人折返之前,梯子就已经架好了。
ἔπειτα μέντοι εὐθὺς αἰσθομένων, πρὶν προσβῆναι, ἀπήγαγε πάλιν κατὰ τάχος τὴν στρατιὰν καὶ οὐκ ἀνέμεινεν ἡμέραν γενέσθαι.
然而,守军随即发觉,在他的人登梯之前,他便迅速率军撤回,没有等到天亮。
§4.135.2καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ ἔνατον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
冬天结束了,由修昔底德所著的这场战争的第九个年头也随之结束。