Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.100.1-4.100.5

利用喷火机械攻陷德里翁要塞

第 465 段,共 917 段 · 希腊语

内容简介

波奥蒂亚人在盟军增援下进攻德里翁要塞,利用一种由中空木梁、大锅和风箱组成的特殊喷火兵器烧毁并攻克了要塞,俘虏了大量守军。

§4.100.1καὶ οἱ Βοιωτοὶ εὐθὺς μεταπεμψάμενοι ἔκ τε τοῦ Μηλιῶς κόλπου ἀκοντιστὰς καὶ σφενδονήτας, καὶ βεβοηθηκότων αὐτοῖς μετὰ τὴν μάχην Κορινθίων τε δισχιλίων ὁπλιτῶν καὶ τῶν ἐκ Νισαίας ἐξεληλυθότων Πελοποννησίων φρουρῶν καὶ Μεγαρέων ἅμα, ἐστράτευσαν ἐπὶ τὸ Δήλιον καὶ προσέβαλον τῷ τειχίσματι, ἄλλῳ τε τρόπῳ πειράσαντες καὶ μηχανὴν προσήγαγον, ἥπερ εἷλεν αὐτό, τοιάνδε. §4.100.2κεραίαν μεγάλην δίχα πρίσαντες ἐκοίλαναν ἅπασαν καὶ ξυνήρμοσαν πάλιν ἀκριβῶς ὥσπερ αὐλόν, καὶ ἐπ’ ἄκραν λέβητά τε ἤρτησαν ἁλύσεσι καὶ ἀκροφύσιον ἀπὸ τῆς κεραίας σιδηροῦν ἐς αὐτὸν νεῦον καθεῖτο, καὶ ἐσεσιδήρωτο ἐπὶ μέγα καὶ τοῦ ἄλλου ξύλου.
波奥蒂亚人随即从马里亚湾召来了标枪兵和投石兵,而且由于在战斗之后,有两千名科林斯重装步兵、从尼萨亚撤出的伯罗奔尼撒守备队以及麦加拉人一同来援助他们,于是他们向德里翁进军并进攻该要塞。 在尝试了其他方法之后,他们推来了一台最终攻陷该要塞的器械,其构造如下:他们把一根大木梁锯成两半,将内部完全掏空,然后又像笛子一样精密地重新拼合起来。 在梁的末端,他们用铁链吊起一口大锅,一根从木梁延伸出来的铁管向下垂入锅中;木梁的其他大部分地方也都用铁皮包裹着。
§4.100.3προσῆγον δὲ ἐκ πολλοῦ ἁμάξαις τῷ τείχει, ᾗ μάλιστα τῇ ἀμπέλῳ καὶ τοῖς ξύλοις ᾠκοδόμητο·
他们从远处用车辆把这台器械推到城墙边,特别是主要用葡萄藤和木材筑成的那部分城墙。
καὶ ὁπότε εἴη ἐγγύς, φύσας μεγάλας ἐσθέντες ἐς τὸ πρὸς ἑαυτῶν ἄκρον τῆς κεραίας ἐφύσων.
每当器械逼近时,他们就在靠近自己那一端的梁口插入大风箱并开始鼓风。
§4.100.4ἡ δὲ πνοὴ ἰοῦσα στεγανῶς ἐς τὸν λέβητα, ἔχοντα ἄνθρακάς τε ἡμμένους καὶ θεῖον καὶ πίσσαν, φλόγα ἐποίει μεγάλην καὶ ἧψε τοῦ τείχους, ὥστε μηδένα ἔτι ἐπ’ αὐτοῦ μεῖναι, ἀλλὰ ἀπολιπόντας ἐς φυγὴν καταστῆναι καὶ τὸ τείχισμα τούτῳ τῷ τρόπῳ ἁλῶναι.
气流密闭地吹入装有燃烧着的炭火、硫黄和沥青的大锅内,产生了巨大的火焰,并烧着了城墙,以至于没有人能再停留在城墙上,大家都弃城逃跑,要塞便以此种方式陷落了。
§4.100.5τῶν δὲ φρουρῶν οἱ μὲν ἀπέθανον, διακόσιοι δὲ ἐλήφθησαν· τῶν δὲ ἄλλων τὸ πλῆθος ἐς τὰς ναῦς ἐσβὰν ἀπεκομίσθη ἐπ’ οἴκου.
在守备军中,有些人战死,两百人被俘;其余的大部分人则登上船只,撤回了家乡。

词汇与语法注释

  1. §4.100.1βεβοηθηκότων αὐτοῖς — 一个属格独立结构,其逻辑主语(科林斯人等)与主句主语 οἱ Βοιωτοὶ 不同,用以表明波奥蒂亚人发起进攻的背景或原因。
  2. §4.100.2τοῦ ἄλλου ξύλου — 部分属格,与副词短语 ἐπὶ μέγα 以及被动动词 ἐσεσιδήρωτο 连用,指示被铁包裹的范围,意为“其余木材的大部分”。
  3. §4.100.3ᾗ μάλιστα τῇ ἀμπέλῳ καὶ τοῖς ξύλοις ᾠκοδόμητο — 阴性单数与格关系代名词 ᾗ 在此作关系副词使用,意为“在……的地方”,指代前面的 τῷ τείχει。过去完成时被动语态 ᾠκοδόμητο 表示城墙当时是用葡萄藤和木材筑成。
  4. §4.100.4ἀπολιπόντας — 结果状语 ὥστε 不定式从句中,用作不定式 καταστῆναι 逻辑主语的宾格复数阳性分词。与先前的单数否定词 μηδένα 不同,此处使用复数形式指代作为一个整体弃城而逃的雅典守军。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.100.1-4.100.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.100.1-4.100.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。