§4.96.1τοιαῦτα τοῦ Ἱπποκράτους παρακελευομένου καὶ μέχρι μὲν μέσου τοῦ στρατοπέδου ἐπελθόντος, τὸ δὲ πλέον οὐκέτι φθάσαντος, οἱ Βοιωτοί, παρακελευσαμένου καὶ σφίσιν ὡς διὰ ταχέων καὶ ἐνταῦθα Παγώνδου, παιανίσαντες ἐπῇσαν ἀπὸ τοῦ λόφου.
在希波克拉底如此劝勉、并已走到军队中部,但已无暇再往前走时,波奥蒂亚人在帕贡达斯也于该处尽可能迅速地对他们完成劝勉后,便唱起军歌,自山丘上冲了下来。
ἀντεπῇσαν δὲ καὶ οἱ Ἀθηναῖοι καὶ προσέμειξαν δρόμῳ.
雅典人也迎头冲上,并跑步交兵。
§4.96.2καὶ ἑκατέρων τῶν στρατοπέδων τὰ ἔσχατα οὐκ ἦλθεν ἐς χεῖρας, ἀλλὰ τὸ αὐτὸ ἔπαθεν· ῥύακες γὰρ ἐκώλυσαν.
两军的边缘部分并未交手,而是遭遇了同样的命运,因为山洪阻挡了他们。
τὸ δὲ ἄλλο καρτερᾷ μάχῃ καὶ ὠθισμῷ ἀσπίδων ξυνειστήκει.
但其余部分则通过激烈的战斗和盾牌的推挤而陷入了鏖战。
§4.96.3καὶ τὸ μὲν εὐώνυμον τῶν Βοιωτῶν καὶ μέχρι μέσου ἡσσᾶτο ὑπὸ τῶν Ἀθηναίων, καὶ ἐπίεσαν τούς τε ἄλλους ταύτῃ καὶ οὐχ ἥκιστα τοὺς Θεσπιᾶς.
波奥蒂亚人的左翼直至中部,正被雅典人击败,雅典人紧紧压迫着那里的其他人,尤其是塞斯皮亚人。
ὑποχωρησάντων γὰρ αὐτοῖς τῶν παρατεταγμένων, καὶ κυκλωθέντων ἐν ὀλίγῳ, οἵπερ διεφθάρησαν Θεσπιῶν, ἐν χερσὶν ἀμυνόμενοι κατεκόπησαν· καί τινες καὶ τῶν Ἀθηναίων διὰ τὴν κύκλωσιν ταραχθέντες ἠγνόησάν τε καὶ ἀπέκτειναν ἀλλήλους.
因为与他们并肩作战的人已经退却,他们被包围在狭窄的空间里,那些被杀害的塞斯皮亚人在亲手防卫中被砍倒;甚至有些雅典人也因包围导致的混乱而无法辨认,结果互相残杀。
§4.96.4τὸ μὲν οὖν ταύτῃ ἡσσᾶτο τῶν Βοιωτῶν καὶ πρὸς τὸ μαχόμενον κατέφυγε, τὸ δὲ δεξιόν, ᾗ οἱ Θηβαῖοι ἦσαν, ἐκράτει τῶν Ἀθηναίων, καὶ ὠσάμενοι κατὰ βραχὺ τὸ πρῶτον ἐπηκολούθουν.
于是在这一部分的波奥蒂亚人被击败,逃往仍在战斗的友军处;但底比斯人所在的右翼则战胜了雅典人,并起初一点点地向前推进并追击。
§4.96.5καὶ ξυνέβη, Παγώνδου περιπέμψαντος δύο τέλη τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον, ὡς ἐπόνει τὸ εὐώνυμον αὐτῶν, καὶ ὑπερφανέντων αἰφνιδίως, τὸ νικῶν τῶν Ἀθηναίων κέρας, νομίσαν ἄλλο στράτευμα ἐπιέναι, ἐς φόβον καταστῆναι· §4.96.6καὶ ἀμφοτέρωθεν ἤδη, ὑπό τε τοῦ τοιούτου καὶ ὑπὸ τῶν Θηβαίων ἐφεπομένων καὶ παραρρηγνύντων, φυγὴ καθειστήκει παντὸς τοῦ στρατοῦ τῶν Ἀθηναίων.
由于波奥蒂亚人的左翼陷入苦战,帕贡达斯派出了两支骑兵队,从视线不及处绕过山丘,当他们突然出现时,获胜的雅典人一翼误以为有另一支军队袭来,因而陷入恐慌;至此,由于这一情况以及底比斯人在后的追击与突破,两面夹击之下,整个雅典军队开始溃败。
§4.96.7καὶ οἱ μὲν πρὸς τὸ Δήλιόν τε καὶ τὴν θάλασσαν ὥρμησαν, οἱ δὲ ἐπὶ τοῦ Ὠρωποῦ, ἄλλοι δὲ πρὸς Πάρνηθα τὸ ὄρος, οἱ δὲ ὡς ἕκαστοί τινα εἶχον ἐλπίδα σωτηρίας.
他们中有些人奔向德里翁和大海,有些人前往奥罗普斯,有些人向帕尔内斯山逃去,还有些人则朝着各自认为有生还希望的方向逃跑。
§4.96.8Βοιωτοὶ δὲ ἐφεπόμενοι ἔκτεινον, καὶ μάλιστα οἱ ἱππῆς οἵ τε αὐτῶν καὶ οἱ Λοκροὶ βεβοηθηκότες ἄρτι τῆς τροπῆς γιγνομένης· νυκτὸς δὲ ἐπιλαβούσης τὸ ἔργον ῥᾷον τὸ πλῆθος τῶν φευγόντων διεσώθη.
波奥蒂亚人紧随其后进行杀戮,尤其是他们自己的骑兵以及在溃败刚开始时赶来增援的洛克里斯人骑兵;但由于夜幕降临,逃亡的大多数人得以较为容易地安全逃脱。
§4.96.9καὶ τῇ ὑστεραίᾳ οἵ τε ἐκ τοῦ Ὠρωποῦ καὶ οἱ ἐκ τοῦ Δηλίου φυλακὴν ἐγκαταλιπόντες (εἶχον γὰρ αὐτὸ ὅμως ἔτι) ἀπεκομίσθησαν κατὰ θάλασσαν ἐπ’ οἴκου.
次日,来自奥罗普斯和德里翁的人在留下一支守备队后(因为他们尽管如此仍占领着该地),由海路运送回家。