§4.92.1‘χρῆν μέν, ὦ ἄνδρες Βοιωτοί, μηδ’ ἐς ἐπίνοιάν τινα ἡμῶν ἐλθεῖν τῶν ἀρχόντων ὡς οὐκ εἰκὸς Ἀθηναίοις, ἢν ἄρα μὴ ἐν τῇ Βοιωτίᾳ ἔτι καταλάβωμεν αὐτούς, διὰ μάχης ἐλθεῖν.
“波奥蒂亚的男子汉们,我们这些领导者中,任何一个人都不应该产生这样的想法,即:如果我们不能在波奥蒂亚境内截住雅典人,就不应该与他们交战。
τὴν γὰρ Βοιωτίαν ἐκ τῆς ὁμόρου ἐλθόντες τεῖχος ἐνοικοδομησάμενοι μέλλουσι φθείρειν, καὶ εἰσὶ δήπου πολέμιοι ἐν ᾧ τε ἂν χωρίῳ καταληφθῶσι καὶ ὅθεν ἐπελθόντες πολέμια ἔδρασαν.
因为他们从邻境侵入,筑起堡垒,企图蹂躏波奥蒂亚;而且无论在什么地方被截获,以及他们是从哪里侵入并实施敌对行为的,他们当然都是敌人。
§4.92.2νυνὶ δ’ εἴ τῳ καὶ ἀσφαλέστερον ἔδοξεν εἶναι, μεταγνώτω.
但现在,即使有人认为不战更为安全,也请改变主意。
οὐ γὰρ τὸ προμηθές, οἷς ἂν ἄλλος ἐπίῃ, περὶ τῆς σφετέρας ὁμοίως ἐνδέχεται λογισμὸν καὶ ὅστις τὰ μὲν ἑαυτοῦ ἔχει, τοῦ πλέονος δὲ ὀρεγόμενος ἑκών τινι ἐπέρχεται.
因为遭受他人进攻的人为了保卫自己的领土而采取的审慎,不能与那些占有自己的财产、因贪求更多而自愿进攻他人的人,容许同样限度的算计。
§4.92.3πάτριόν τε ὑμῖν στρατὸν ἀλλόφυλον ἐπελθόντα καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ τῶν πέλας ὁμοίως ἀμύνεσθαι.
不论是在自己的国土上,还是在邻人的国土上,击退入侵的外族军队,这都是你们祖传的传统。
Ἀθηναίους δὲ καὶ προσέτι ὁμόρους ὄντας πολλῷ μάλιστα δεῖ.
而对于雅典人——更何况他们还是邻居——就更应该如此了。
§4.92.4πρός τε γὰρ τοὺς ἀστυγείτονας πᾶσι τὸ ἀντίπαλον καὶ ἐλεύθερον καθίσταται, καὶ πρὸς τούτους γε δή, οἳ καὶ μὴ τοὺς ἐγγύς, ἀλλὰ καὶ τοὺς ἄπωθεν πειρῶνται δουλοῦσθαι, πῶς οὐ χρὴ καὶ ἐπὶ τὸ ἔσχατον ἀγῶνος ἐλθεῖν (παράδειγμα δὲ ἔχομεν τούς τε ἀντιπέρας Εὐβοέας καὶ τῆς ἄλλης Ἑλλάδος τὸ πολὺ ὡς αὐτοῖς διάκειται), καὶ γνῶναι ὅτι τοῖς μὲν ἄλλοις οἱ πλησιόχωροι περὶ γῆς ὅρων τὰς μάχας ποιοῦνται, ἡμῖν δὲ ἐς πᾶσαν, ἢν νικηθῶμεν, εἷς ὅρος οὐκ ἀντίλεκτος παγήσεται;
因为对抗邻人时,保持均势对所有人来说就是确立自由;而面对这些不仅企图奴役近邻、甚至企图奴役远方之人的家伙,我们怎能不进行到底的斗争呢? (我们有对岸的优波亚人以及希腊其他大部分地区的先例,看他们是如何在雅典统治下生存的。 )我们还必须认识到,其他邻国虽然为了土地的边界而进行战斗,但对我们来说,如果失败了,就会有一个不容置疑的单一边界被强加于我们所有的领土上。
§4.92.5ἐσελθόντες γὰρ βίᾳ τὰ ἡμέτερα ἕξουσιν.
因为他们会强行进入并占有我们的财产。
τοσούτῳ ἐπικινδυνοτέραν ἑτέρων τὴν παροίκησιν τῶνδε ἔχομεν.
比起他人,我们与这些人的邻里关系要危险得多。
εἰώθασί τε οἱ ἰσχύος που θράσει τοῖς πέλας, ὥσπερ Ἀθηναῖοι νῦν, ἐπιόντες τὸν μὲν ἡσυχάζοντα καὶ ἐν τῇ ἑαυτοῦ μόνον ἀμυνόμενον ἀδεέστερον ἐπιστρατεύειν, τὸν δὲ ἔξω ὅρων προαπαντῶντα καί, ἢν καιρὸς ᾖ, πολέμου ἄρχοντα ἧσσον ἑτοίμως κατέχειν.
那些凭着对自身力量的自信而进攻邻人的人——正如雅典人现在所做的那样——往往会毫无惧色地去征讨那些保持安静、仅在自己领土内防卫的人,而对于那些在边境之外迎接他们,并且在时机合适时主动发起战争的人,他们则不那么容易去压制。
§4.92.6πεῖραν δὲ ἔχομεν ἡμεῖς αὐτοῦ ἐς τούσδε· νικήσαντες γὰρ ἐν Κορωνείᾳ αὐτούς, ὅτε τὴν γῆν ἡμῶν στασιαζόντων κατέσχον, πολλὴν ἄδειαν τῇ Βοιωτίᾳ μέχρι τοῦδε κατεστήσαμεν.
我们自己对这些人的这一点就有切身经验:因为当我们在内讧中他们占领我们的土地时,我们在科罗内亚击败了他们,从而为波奥蒂亚建立起了直到今天的极大的安全。
§4.92.7ὧν χρὴ μνησθέντας ἡμᾶς τούς τε πρεσβυτέρους ὁμοιωθῆναι τοῖς πρὶν ἔργοις, τούς τε νεωτέρους πατέρων τῶν τότε ἀγαθῶν γενομένων παῖδας πειρᾶσθαι μὴ αἰσχῦναι τὰς προσηκούσας ἀρετάς, πιστεύσαντας δὲ τῷ θεῷ πρὸς ἡμῶν ἔσεσθαι, οὗ τὸ ἱερὸν ἀνόμως τειχίσαντες νέμονται, καὶ τοῖς ἱεροῖς ἃ ἡμῖν θυσαμένοις καλὰ φαίνεται, ὁμόσε χωρῆσαι τοῖσδε καὶ δεῖξαι ὅτι ὧν μὲν ἐφίενται πρὸς τοὺς μὴ ἀμυνομένους ἐπιόντες κτάσθων, οἷς δὲ γενναῖον τήν τε αὑτῶν αἰεὶ ἐλευθεροῦν μάχῃ καὶ τὴν ἄλλων μὴ δουλοῦσθαι ἀδίκως, ἀνανταγώνιστοι ἀπ’ αὐτῶν οὐκ ἀπίασιν.
记住这些,我们年长者应当效仿先前的伟业,而年轻一代作为当时勇敢的父辈之子,必须努力不玷污应有的美德;我们应当相信神(他们非法筑垒占领了神的神殿)会站在我们这一边,并依靠我们祭祀时显现吉兆的牺牲,前去迎击他们,向他们展示:他们若进攻不防卫的人,尽可以去获取他们所渴望的东西,但对于那些以通过战斗永远解放自己的土地、且不义地奴役他国为荣的人,他们绝不能不经战斗就安然离去。
’
”