Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.9.1-4.9.4

德摩斯梯尼在皮洛斯的防守部署

第 374 段,共 917 段 · 希腊语

内容简介

德摩斯梯尼为应对拉刻代蒙人来自陆海两路的进攻而部署防御,安置了有限的兵力。他亲自率领少数精锐前往防线最薄弱且预计敌人会登陆的海滩,严阵以待。

§4.9.1Δημοσθένης δὲ ὁρῶν τοὺς Λακεδαιμονίους μέλλοντας προσβάλλειν ναυσί τε ἅμα καὶ πεζῷ παρεσκευάζετο καὶ αὐτός, καὶ τὰς τριήρεις αἳ περιῆσαν αὐτῷ ἀπὸ τῶν καταλειφθεισῶν ἀνασπάσας ὑπὸ τὸ τείχισμα προσεσταύρωσε, καὶ τοὺς ναύτας ἐξ αὐτῶν ὥπλισεν ἀσπίσι [τε] φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς·
德摩斯梯尼看到拉刻代蒙人准备同时用舰队和陆军发起进攻,他自己也作了准备。 他把留给他的、先前被留下的那些三列桨战船拖到了堡垒墙下,并用木桩围起来作为防壁,还用粗糙的、大多是用柳条编制的盾牌装备了船员。
οὐ γὰρ ἦν ὅπλα ἐν χωρίῳ ἐρήμῳ πορίσασθαι, ἀλλὰ καὶ ταῦτα ἐκ λῃστρικῆς Μεσσηνίων τριακοντόρου καὶ κέλητος ἔλαβον, οἳ ἔτυχον παραγενόμενοι.
因为在荒凉的地方是不可能获得武器的,连这些盾牌也是从刚好到达的麦塞尼亚人的三十桨海盗船和轻舟上获得的。
ὁπλῖταί τε τῶν Μεσσηνίων τούτων ὡς τεσσαράκοντα ἐγένοντο, οἷς ἐχρῆτο μετὰ τῶν ἄλλων.
这些麦塞尼亚人中大约有四十名重装步兵,他将他们与其他士兵一起起用。
§4.9.2τοὺς μὲν οὖν πολλοὺς τῶν τε ἀόπλων καὶ ὡπλισμένων ἐπὶ τὰ τετειχισμένα μάλιστα καὶ ἐχυρὰ τοῦ χωρίου πρὸς τὴν ἤπειρον ἔταξε, προειπὼν ἀμύνασθαι τὸν πεζόν, ἢν προσβάλῃ·
因此,他把有武装和无武装的大多数人部署在面向大陆一侧、该地防备最严且最坚固的城墙上,并预先吩咐他们,如果陆军进攻就进行防御。
αὐτὸς δὲ ἀπολεξάμενος ἐκ πάντων ἑξήκοντα ὁπλίτας καὶ τοξότας ὀλίγους ἐχώρει ἔξω τοῦ τείχους ἐπὶ τὴν θάλασσαν, ᾗ μάλιστα ἐκείνους προσεδέχετο πειράσειν ἀποβαίνειν, ἐς χωρία μὲν χαλεπὰ καὶ πετρώδη πρὸς τὸ πέλαγος τετραμμένα, σφίσι δὲ τοῦ τείχους ταύτῃ ἀσθενεστάτου ὄντος ἐσβιάσασθαι αὐτοὺς ἡγεῖτο προθυμήσεσθαι· §4.9.3οὔτε γὰρ αὐτοὶ ἐλπίζοντές ποτε ναυσὶ κρατήσεσθαι οὐκ ἰσχυρὸν ἐτείχιζον, ἐκείνοις τε βιαζομένοις τὴν ἀπόβασιν ἁλώσιμον τὸ χωρίον γίγνεσθαι.
而他自己则从全体人员中选出了六十名重装步兵和少数弓箭手,走出城墙来到海边,即他最预料敌人会企图登陆的地方。 这里是面向公海、险峻且多石的地方,但他认为,由于他们的城墙在这一侧最薄弱,敌人一定会渴望在此强行突入;因为他们自己从未料到会被舰队击败,所以没有修筑坚固的城墙,而对敌人来说,如果他们能强行登陆,该地就会变得易于攻取。
§4.9.4κατὰ τοῦτο οὖν πρὸς αὐτὴν τὴν θάλασσαν χωρήσας ἔταξε τοὺς ὁπλίτας ὡς εἴρξων, ἢν δύνηται, καὶ παρεκελεύσατο τοιάδε.
因此,他在这部分走向紧邻海边的地方,部署了重装步兵,以求如果可能的话能阻挡敌人,并对他们进行了如下的动员。

词汇与语法注释

  1. §4.9.1αἳ περιῆσαν αὐτῷ ἀπὸ τῶν καταλειφθεισῶν — 关系代名词 αἳ 的先行词是前方的 τριήρεις。短语 ἀπὸ τῶν καταλειφθεισῶν(在被留下的人中)指雅典舰队撤退时留给皮洛斯防守的五艘船,其中两艘已被派出求援(§4.8.3),因此留给德摩斯梯尼的(περιῆσαν αὐτῷ)仅剩三艘。在句法上,整个关系从句充当分词 ἀνασπάσας 的直接宾语。
  2. §4.9.2ἐσβιάσασθαι αὐτοὺς ἡγεῖτο προθυμήσεσθαι — 主动词 ἡγεῖτο(他认为)后接“宾格加不定式”(A.C.I.)结构。其逻辑主语为 αὐτοὺς(他们,即拉刻代蒙人),主要不定式为将来时态的 προθυμήσεσθαι(将渴望)。该不定式又进一步带有一个补充性的不定式 ἐσβιάσασθαι(强行突入)。这种双重不定式的嵌套结构需要清晰梳理其修饰关系。
  3. §4.9.3οὔτε γὰρ αὐτοὶ... ἐκείνοις τε... — 该句通过关联词 οὔτε... τε...(一方面不……,另一方面……)引出两个对比性的原因。前半句的 αὐτοὶ 指雅典人自己,因从未料到会在海上被击败而未修筑坚固城墙;后半句则通过与格分词结构 ἐκείνοις... βιαζομένοις(对他们强行……而言)将焦点转移到拉刻代蒙人身上,指对敌人而言,若强行登陆则该地易于攻取。需注意主语和格的变化(主格 αὐτοὶ 变为与格 ἐκείνοις)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.9.1-4.9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.9.1-4.9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。