§4.10.1‘ἄνδρες οἱ ξυναράμενοι τοῦδε τοῦ κινδύνου, μηδεὶς ὑμῶν ἐν τῇ τοιᾷδε ἀνάγκῃ ξυνετὸς βουλέσθω δοκεῖν εἶναι, ἐκλογιζόμενος ἅπαν τὸ περιεστὸς ἡμᾶς δεινόν, μᾶλλον ἢ ἀπερισκέπτως εὔελπις ὁμόσε χωρῆσαι τοῖς ἐναντίοις καὶ ἐκ τούτων ἂν περιγενόμενος.
“同我共担这次危险的战友们,在如此迫切的关头,谁也不要企图通过计算包围我们的种种危险来显得聪明,而宁可不加多虑、满怀希望地去迎击敌人,成为借此得以生还的人。
ὅσα γὰρ ἐς ἀνάγκην ἀφῖκται ὥσπερ τάδε, λογισμὸν ἥκιστα ἐνδεχόμενα κινδύνου τοῦ ταχίστου προσδεῖται.
因为凡是到了像眼前这样迫不得已地步的事,最不需要周密的考量,而最需要最迅速的冒险。
§4.10.2ἐγὼ δὲ καὶ τὰ πλείω ὁρῶ πρὸς ἡμῶν ὄντα, ἢν ἐθέλωμέν τε μεῖναι καὶ μὴ τῷ πλήθει αὐτῶν καταπλαγέντες τὰ ὑπάρχοντα ἡμῖν κρείσσω καταπροδοῦναι.
至于我,我认为大部分形势都对我们有利,只要我们愿意坚守原地,而不因对方人数众多而惊惶失措,从而背叛我们已有的优势。
§4.10.3τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτερον νομίζω, ὃ μενόντων μὲν ἡμῶν ξύμμαχον γίγνεται, ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται μηδενὸς κωλύοντος, καὶ τὸν πολέμιον δεινότερον ἕξομεν μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως, ἢν καὶ ὑφ’ ἡμῶν βιάζηται (ἐπὶ γὰρ ταῖς ναυσὶ ῥᾷστοί εἰσιν ἀμύνεσθαι, ἀποβάντες δὲ ἐν τῷ ἴσῳ ἤδη),
因为我认为此地难以登陆对我们是有利的,只要我们坚守,这就会成为我们的盟友;但如果我们后退,即使这里本来地势险恶,但在无人阻拦的情况下,也会变得易于通行。 而且,即使敌人被我们击退,由于他们不再容易退却,我们将面对更加可怕的敌人(因为当他们在船上时最容易对付,而一旦登陆,就与我们处于同等地位了)。
§4.10.4τό τε πλῆθος αὐτῶν οὐκ ἄγαν δεῖ φοβεῖσθαι· κατ’ ὀλίγον γὰρ μαχεῖται καίπερ πολὺ ὂν ἀπορίᾳ τῆς προσορμίσεως, καὶ οὐκ ἐν γῇ στρατός ἐστιν ἐκ τοῦ ὁμοίου μείζων, ἀλλ’ ἀπὸ νεῶν, αἷς πολλὰ τὰ καίρια δεῖ ἐν τῇ θαλάσσῃ ξυμβῆναι.
我们也不必过于害怕他们的人数;因为他们虽然人多,但由于缺乏停泊之地,每次只能有少数人参战,而且他们并不是在陆地上以同等条件作战的优势军队,而是来自船上,而船只在海上需要许多有利的契机配合才行。
§4.10.5ὥστε τὰς τούτων ἀπορίας ἀντιπάλους ἡγοῦμαι τῷ ἡμετέρῳ πλήθει, καὶ ἅμα ἀξιῶ ὑμᾶς, Ἀθηναίους ὄντας καὶ ἐπισταμένους ἐμπειρίᾳ τὴν ναυτικὴν ἐπ’ ἄλλους ἀπόβασιν ὅτι, εἴ τις ὑπομένοι καὶ μὴ φόβῳ ῥοθίου καὶ νεῶν δεινότητος κατάπλου ὑποχωροίη, οὐκ ἄν ποτε βιάζοιτο, καὶ αὐτοὺς νῦν μεῖναί τε καὶ ἀμυνομένους παρ’ αὐτὴν τὴν ῥαχίαν σῴζειν ἡμᾶς τε αὐτοὺς καὶ τὸ χωρίον.
因此,我认为他们的种种困难与我们人数的劣势是势均力敌的。 同时,我要求你们,既然你们是雅典人,并且凭经验知道对别国进行海上登陆作戦是这样的:如果有人坚守原地,不因海浪的喧嚣和敌船进港的骇人声势而退缩,那就决不可能被强行突破,所以你们现在也要坚守原地,就在这波浪拍击的岸边进行防守,挽救我们自己和这个地方。
’
”