Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.87.1-4.87.6

巴西达斯强迫结盟的警告与决断要求

第 452 段,共 917 段 · 希腊语

内容简介

巴西达斯指出,斯巴达言行一致是最大的保证。他警告阿坎托斯人,如果他们拒绝结盟并试图保持中立,斯巴达将基于自身利益与解放全希腊这两重必然性,不惜诉诸武力进行强迫,并督促他们做出明智的选择。

§4.87.1οὕτω πολλὴν περιωπὴν τῶν ἡμῖν ἐς τὰ μέγιστα διαφόρων ποιούμεθα, καὶ οὐκ ἂν μείζω πρὸς τοῖς ὅρκοις βεβαίωσιν λάβοιτε ἢ οἷς τὰ ἔργα ἐκ τῶν λόγων ἀναθρούμενα δόκησιν ἀναγκαίαν παρέχεται ὡς καὶ ξυμφέρει ὁμοίως ὡς εἶπον.
\n因此,我们对于最不符合我们利益的事情保持着极大的警惕;在我们的誓言之外,你们也无法获得比这更大的保证——即那些通过言论检验其行为的人,他们提供了必然的信念,证明这正如我所说的那样,对双方同样有利。
§4.87.2‘εἰ δ’ ἐμοῦ ταῦτα προϊσχομένου ἀδύνατοι μὲν φήσετε εἶναι, εὖνοι δ’ ὄντες ἀξιώσετε μὴ κακούμενοι διωθεῖσθαι καὶ τὴν ἐλευθερίαν μὴ ἀκίνδυνον ὑμῖν φαίνεσθαι, δίκαιόν τε εἶναι, οἷς καὶ δυνατὸν δέχεσθαι αὐτήν, τούτοις καὶ ἐπιφέρειν, ἄκοντα δὲ μηδένα προσαναγκάζειν, μάρτυρας μὲν θεοὺς καὶ ἥρως τοὺς ἐγχωρίους ποιήσομαι ὡς ἐπ’ ἀγαθῷ ἥκων οὐ πείθω, γῆν δὲ τὴν ὑμετέραν δῃῶν πειράσομαι βιάζεσθαι,
\n\n“但是,如果在我提出这些条件时,你们声称自己无能为力,却又以对我们怀有善意为由,要求在不受伤害的情况下拒绝这些条件,并声称自由在你们看来并非没有危险,且主张仅向能够接受自由的人带去自由、而不强迫任何不情愿的人才是公正的;那么,我将请求当地的神明和英雄作证,证明我为了你们的福祉而来,却未能说服你们,并且我将试图通过蹂躏你们的土地来强迫你们。
§4.87.3καὶ οὐκ ἀδικεῖν ἔτι νομιῶ, προσεῖναι δέ τί μοι καὶ κατὰ δύο ἀνάγκας τὸ εὔλογον, τῶν μὲν Λακεδαιμονίων, ὅπως μὴ τῷ ὑμετέρῳ εὔνῳ, εἰ μὴ προσαχθήσεσθε, τοῖς ἀπὸ ὑμῶν χρήμασι φερομένοις παρ’ Ἀθηναίους βλάπτωνται, οἱ δὲ Ἕλληνες ἵνα μὴ κωλύωνται ὑφ’ ὑμῶν δουλείας ἀπαλλαγῆναι.
\n\n届时,我将不再认为自己是在作恶,相反,在双重必然性的要求下,我认为合理性是在我这一边的:其一是为了拉克代蒙人,免得你们若不加入我们,他们会因为你们的‘善意’而被你们送往雅典人的贡金所伤害;其二是为了希腊人,免得他们由于你们的阻挠而无法摆脱奴役。
§4.87.4οὐ γὰρ δὴ εἰκότως γ’ ἂν τάδε πράσσοιμεν, οὐδὲ ὀφείλομεν οἱ Λακεδαιμόνιοι μὴ κοινοῦ τινὸς ἀγαθοῦ αἰτίᾳ τοὺς μὴ βουλομένους ἐλευθεροῦν·
\n\n因为,如果不是为了某种共同的福祉,我们拉克代蒙人不仅这样做是不合情理的,而且也没有义务去解放那些不情愿的人。
§4.87.5οὐδ’ αὖ ἀρχῆς ἐφιέμεθα, παῦσαι δὲ μᾶλλον ἑτέρους σπεύδοντες τοὺς πλείους ἂν ἀδικοῖμεν, εἰ ξύμπασιν αὐτονομίαν ἐπιφέροντες ὑμᾶς τοὺς ἐναντιουμένους περιίδοιμεν.
\n\n另一方面,我们并不追求统治,相反,我们渴望终止他人的统治;但如果我们致力于为所有人带来自主,却对反对我们的你们听之任之,那么我们就会对大多数人犯下不义之罪。
§4.87.6πρὸς ταῦτα βουλεύεσθε εὖ, καὶ ἀγωνίσασθε τοῖς τε Ἕλλησιν ἄρξαι πρῶτοι ἐλευθερίας καὶ ἀίδιον δόξαν καταθέσθαι, καὶ αὐτοὶ τά τε ἴδια μὴ βλαφθῆναι καὶ ξυμπάσῃ τῇ πόλει τὸ κάλλιστον ὄνομα περιθεῖναι.
\n\n因此,请对此深思熟虑,并努力成为率先引领希腊人走向自由并赢得永恒荣耀的人,同时避免你们的私有财产受到损失,并为你们的整个城市赢得最美丽的名声。

词汇与语法注释

  1. §4.87.1οἷς — 在紧跟比较级 `μείζω` 的短语 `ἢ οἷς` 中,关系代词 `οἷς` 的先行词 `τούτοις`(表示来源的与格,“从那些……的人那里”)被省略。在关系从句内部,`τὰ ἔργα` 是主语,`παρέχεται` 是谓语动词,整句意为:“那些通过言论(`λόγων`)检验(`ἀναθρούμενα`)其行为(`ἔργα`)能够提供必然信念(`δόκησιν ἀναγκαίαν`)的人”。
  2. §4.87.2φαίνεσθαι — 在由 `εἰ δ’` 引导的条件从句中,不定式 `φαίνεσθαι` 与 `διωθεῖσθαι`、`εἶναι` 和 `προσαναγκάζειν` 并列,共同受动词 `ἀξιώσετε`(“你们主张/要求”)支配。短语 `τὴν ἐλευθερίαν μὴ ἀκίνδυνον ὑμῖν φαίνεσθαι` 意为“你们声称自由在你们看来并非没有危险(即,自由是伴随着危险的)”。
  3. §4.87.3τῶν μὲν Λακεδαιμονίων — 在具体说明“双重必然性”(`κατὰ δύο ἀνάγκας`)时,发生了一次明显的破格现象(Anacoluthon):第一个必要性由属格 `τῶν μὲν Λακεδαιμονίων` 引导目的从句 `ὅπως μὴ ... βλάπτωνται` 表示,而第二个必要性则转为主格 `οἱ δὲ Ἕλληνες` 引导 `ἵνα μὴ κωλύωνται`。在后者中,目的从句的逻辑主语被提到了句首并采用了主格。
  4. §4.87.5τοὺς πλείους — 此处的 `τοὺς πλείους`(“多数人”或“更多的人”)并非指阿坎托斯城内的“民主派(多数派)”,而是指拉克代蒙人意图解放的“全希腊的绝大多数人”。它与前文的 `ξύμπασιν αὐτονομίαν ἐπιφέροντες`(“为所有人带来自主”)形成对比,意在说明如果容许阿坎托斯保持中立,就会损害全希腊解放的大业,从而对大多数希腊人犯下不义。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.87.1-4.87.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.87.1-4.87.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。