§4.86.1αὐτός τε οὐκ ἐπὶ κακῷ, ἐπ’ ἐλευθερώσει δὲ τῶν Ἑλλήνων παρελήλυθα, ὅρκοις τε Λακεδαιμονίων καταλαβὼν τὰ τέλη τοῖς μεγίστοις ἦ μὴν οὓς ἂν ἔγωγε προσαγάγωμαι ξυμμάχους ἔσεσθαι αὐτονόμους, καὶ ἅμα οὐχ ἵνα ξυμμάχους ὑμᾶς ἔχωμεν ἢ βίᾳ ἢ ἀπάτῃ προσλαβόντες, ἀλλὰ τοὐναντίον ὑμῖν δεδουλωμένοις ὑπὸ Ἀθηναίων ξυμμαχήσοντες.
我个人来到这里,绝非为了带来危害,而是为了解放希腊人;并且我已经让拉克代蒙的官员们发下最庄严的誓言,保证凡是我争取过来的盟友,都将享有自主。 同时,我们来此,并不是为了通过武力或欺骗来拉拢你们作为盟友,相反,是为了与被雅典人奴役的你们结盟。
§4.86.2οὔκουν ἀξιῶ οὔτ’ αὐτὸς ὑποπτεύεσθαι, πίστεις γε διδοὺς τὰς μεγίστας, οὐδὲ τιμωρὸς ἀδύνατος νομισθῆναι, προσχωρεῖν τε ὑμᾶς θαρσήσαντας.
因此,既然我已经给出了最大的保证,我认为自己不应该受到怀疑,也不应该被视为无能的救援者;我请求你们满怀信心地加入我们。
§4.86.3καὶ εἴ τις ἰδίᾳ τινὰ δεδιὼς ἄρα, μὴ ἐγώ τισι προσθῶ τὴν πόλιν, ἀπρόθυμός ἐστι, πάντων μάλιστα πιστευσάτω.
如果有人因为个人的原因害怕某些人,担心我会把城市交给某些派系,从而表现得消极,那么请他务必最信任我。
§4.86.4οὐ γὰρ ξυστασιάσων ἥκω, οὐδὲ ἂν σαφῆ τὴν ἐλευθερίαν νομίζω ἐπιφέρειν, εἰ τὸ πάτριον παρεὶς τὸ πλέον τοῖς ὀλίγοις ἢ τὸ ἔλασσον τοῖς πᾶσι δουλώσαιμι.
因为我来这里不是为了参与党争,如果我抛弃你们祖传的体制,将多数人奴役于少数人,或者将少数人奴役于多数人,我绝不认为自己带来的是真正的自由。
§4.86.5χαλεπωτέρα γὰρ ἂν τῆς ἀλλοφύλου ἀρχῆς εἴη, καὶ ἡμῖν τοῖς Λακεδαιμονίοις οὐκ ἂν ἀντὶ πόνων χάρις καθίσταιτο, ἀντὶ δὲ τιμῆς καὶ δόξης αἰτία μᾶλλον· οἷς τε τοὺς Ἀθηναίους ἐγκλήμασι καταπολεμοῦμεν, αὐτοὶ ἂν φαινοίμεθα ἐχθίονα ἢ ὁ μὴ ὑποδείξας ἀρετὴν κατακτώμενοι.
因为这样的统治将比异族的统治更加严酷,而对我们拉克代蒙人来说,我们的辛劳不仅换不来感激,反而会招致指责,而非荣誉和名声;而且,我们自己将会被视为以比那些从未标榜过美德的人更可憎的方式,去获取我们用以指责并与雅典人开战的同等罪行。
§4.86.6ἀπάτῃ γὰρ εὐπρεπεῖ αἴσχιον τοῖς γε ἐν ἀξιώματι πλεονεκτῆσαι ἢ βίᾳ ἐμφανεῖ·
因为对于有声望的人来说,通过冠冕堂皇的欺骗来谋取私利,比通过公开的暴力更加可耻。
τὸ μὲν γὰρ ἰσχύος δικαιώσει, ἣν ἡ τύχη ἔδωκεν, ἐπέρχεται, τὸ δὲ γνώμης ἀδίκου ἐπιβουλῇ.
因为后者是凭借命运赐予的力量来进行合理化,而前者则是通过不义之心的阴谋。