Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.85.1-4.85.7

巴西达斯在阿肯索斯宣称解放希腊的演说

第 450 段,共 917 段 · 希腊语

内容简介

巴西达斯向阿肯索斯平民发表讲话,坚称其此行的目的是为了实现最初解放希腊的战争宗旨,并对他们关闭城门表示不解和担忧。

§4.85.1‘ἡ μὲν ἔκπεμψίς μου καὶ τῆς στρατιᾶς ὑπὸ Λακεδαιμονίων, ὦ Ἀκάνθιοι, γεγένηται τὴν αἰτίαν ἐπαληθεύουσα ἣν ἀρχόμενοι τοῦ πολέμου προείπομεν, Ἀθηναίοις ἐλευθεροῦντες τὴν Ἑλλάδα πολεμήσειν·
“阿肯索斯的诸位,拉克代蒙人派遣我和这支军队,正是为了证实我们在战争开始时所宣告的大义,即我们将为了解放希腊而与雅典人作战。
§4.85.2εἰ δὲ χρόνῳ ἐπήλθομεν, σφαλέντες τῆς ἀπὸ τοῦ ἐκεῖ πολέμου δόξης, ᾗ διὰ τάχους αὐτοὶ ἄνευ τοῦ ὑμετέρου κινδύνου ἠλπίσαμεν Ἀθηναίους καθαιρήσειν, μηδεὶς μεμφθῇ·
如果我们在时间上迟来了,那是因为我们在那里的战争预期上遭到了挫折——我们原本指望凭自己,在不让你们承担危险的情况下,迅速打败雅典人——对此请不要有人指责。
νῦν γάρ, ὅτε παρέσχεν, ἀφιγμένοι καὶ μετὰ ὑμῶν πειρασόμεθα κατεργάζεσθαι αὐτούς.
因为现在,机会一到,我们已经赶到,并且将与你们一起努力击败他们。
§4.85.3θαυμάζω δὲ τῇ τε ἀποκλῄσει μου τῶν πυλῶν, καὶ εἰ μὴ ἀσμένοις ὑμῖν ἀφῖγμαι.
但我对你们向我关闭城门,以及我的到来似乎不为你们所欢迎,感到十分惊讶。
§4.85.4ἡμεῖς μὲν γὰρ οἱ Λακεδαιμόνιοι οἰόμενοί τε παρὰ ξυμμάχους, καὶ πρὶν ἔργῳ ἀφικέσθαι, τῇ γοῦν γνώμῃ ἥξειν καὶ βουλομένοις ἔσεσθαι, κίνδυνόν [τε] τοσόνδε ἀνερρίψαμεν διὰ τῆς ἀλλοτρίας πολλῶν ἡμερῶν ὁδὸν ἰόντες καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοι·
因为我们拉克代蒙人,原以为是去盟友那里,在实际到达之前,至少在心意上已经到了,并且相信你们是欢迎我们的,所以才冒了这么大的危险,穿过他人的领土行军数日,展现了全部的热忱。
§4.85.5ὑμεῖς δὲ εἴ τι ἄλλο ἐν νῷ ἔχετε ἢ εἰ ἐναντιώσεσθε τῇ τε ὑμετέρᾳ αὐτῶν ἐλευθερίᾳ καὶ τῶν ἄλλων Ἑλλήνων, δεινὸν ἂν εἴη.
如果你们另有所图,或者如果你们竟然要反对你们自己的自由以及其他希腊人的自由,那将是极其令人无法接受的。
§4.85.6καὶ γὰρ οὐ μόνον ὅτι αὐτοὶ ἀνθίστασθε, ἀλλὰ καὶ οἷς ἂν ἐπίω, ἧσσόν τις ἐμοὶ πρόσεισι, δυσχερὲς ποιούμενοι εἰ ἐπὶ οὓς πρῶτον ἦλθον ὑμᾶς, καὶ πόλιν ἀξιόχρεων παρεχομένους καὶ ξύνεσιν δοκοῦντας ἔχειν, μὴ ἐδέξασθε·
因为不仅是你们自己在抗拒,而且我将要去访问的人,也会更加不愿归顺我,他们会觉得奇怪:如果我最先到访的你们——拥有一座实力雄厚的城市,且被公认为明智的你们——竟然没有接纳我。
καὶ τὴν αἰτίαν οὐχ ἕξω πιστὴν ἀποδεικνύναι, ἀλλ᾽ ἢ ἄδικον τὴν ἐλευθερίαν ἐπιφέρειν ἢ ἀσθενὴς καὶ ἀδύνατος τιμωρῆσαι τὰ πρὸς Ἀθηναίους, ἢν ἐπίωσιν, ἀφῖχθαι.
这样一来,我就无法提出一个令人信服的理由,而只能被认为要么我带来的是虚伪的自由,要么是我来时过于软弱无力,如果雅典人进攻的话,我根本无法保护你们。
§4.85.7καίτοι στρατιᾷ γε τῇδ’ ἣν νῦν [ἐγὼ] ἔχω ἐπὶ Νίσαιαν ἐμοῦ βοηθήσαντος οὐκ ἠθέλησαν Ἀθηναῖοι πλέονες ὄντες προσμεῖξαι, ὥστε οὐκ εἰκὸς νηίτῃ γε αὐτοὺς τῷ ἐν Νισαίᾳ στρατῷ ἴσον πλῆθος ἐφ’ ὑμᾶς ἀποστεῖλαι.
然而实际上,就我目前拥有的这支军队而言,当我前去增援尼萨亚时,雅典人尽管人数占优,也不愿与我交战;因此,他们通过海上向你们派遣一支与在尼萨亚时同等规模的军队,是绝无可能的。 ”

词汇与语法注释

  1. §4.85.1ἐλευθεροῦντες — 现在分词主格复数。由于不定式 `πολεμήσειν` 的逻辑主语与主句的主语(即 `προείπομεν` “我们预先宣告”中所暗含的“我们”,拉克代蒙人)一致,因而采用主格形式(一致原则)。
  2. §4.85.2σφαλέντες — 动词 `σφάλλω` 的无定过去时被动分词。在此表示原因(“因为在……上失败了”或“受挫”),支配夺格性属格 `τῆς ... δόξης`(对……的预期)。
  3. §4.85.3ἀσμένοις ὑμῖν — 使用关涉与格(Dative of interest)的习惯表达,字面意思是“对高兴的你们来说”。因此 `ἀσμένοις ὑμῖν ἀφῖγμαι` 意为“我的到来对你们而言并非一件乐事”。
  4. §4.85.6ἀσθενὴς καὶ ἀδύνατος — 主格形容词,位于与“宾格+不定式”结构 `ἄδικον ... ἐπιφέρειν` 并列的不定式从句 `ἀσθενὴς καὶ ἀδύνατος ... ἀφῖχθαι` 中。由于不定式 `ἀφῖχθαι` 的逻辑主语与主句的主语(巴西达斯本人)相同,因而被吸引为主格,而非宾格。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.85.1-4.85.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.85.1-4.85.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。