§4.80.1τῶν γὰρ Ἀθηναίων ἐγκειμένων τῇ Πελοποννήσῳ καὶ οὐχ ἥκιστα τῇ ἐκείνων γῇ ἤλπιζον ἀποτρέψειν αὐτοὺς μάλιστα, εἰ ἀντιπαραλυποῖεν πέμψαντες ἐπὶ τοὺς ξυμμάχους αὐτῶν στρατιάν, ἄλλως τε καὶ ἑτοίμων ὄντων τρέφειν τε καὶ ἐπὶ ἀποστάσει σφᾶς ἐπικαλουμένων.
因为当雅典人猛烈进攻伯罗奔尼撒,尤其是他们自己的领土时,斯巴达人希望,如果他们通过派遣军队进攻雅典人的盟友来轮流骚扰他们,将能最有效地引开雅典人,尤其是因为那些盟友已经准备好供养这支军队,并正邀请他们前来协助叛离。
§4.80.2καὶ ἅμα τῶν Εἱλώτων βουλομένοις ἦν ἐπὶ προφάσει ἐκπέμψαι, μή τι πρὸς τὰ παρόντα τῆς Πύλου ἐχομένης νεωτερίσωσιν·
与此同时,在皮洛斯被占领的现状下,由于担心希洛人可能会发动某种叛乱,斯巴达人也乐于以某种借口将他们派往外地。
§4.80.3ἐπεὶ καὶ τόδε ἔπραξαν φοβούμενοι αὐτῶν τὴν σκαιότητα καὶ τὸ πλῆθος (αἰεὶ γὰρ τὰ πολλὰ Λακεδαιμονίοις πρὸς τοὺς Εἵλωτας τῆς φυλακῆς πέρι μάλιστα καθειστήκει)· προεῖπον αὐτῶν ὅσοι ἀξιοῦσιν ἐν τοῖς πολέμοις γεγενῆσθαι σφίσιν ἄριστοι,κρίνεσθαι, ὡς ἐλευθερώσοντες, πεῖραν ποιούμενοι καὶ ἡγούμενοι τούτους σφίσιν ὑπὸ φρονήματος, οἵπερ καὶ ἠξίωσαν πρῶτος ἕκαστος ἐλευθεροῦσθαι, μάλιστα ἂν καὶ ἐπιθέσθαι.
实际上,因为害怕希洛人的狡黠和人数(因为斯巴达人的大多数政策一直以来主要都是为了防范希洛人而制定的),他们甚至还做了这样一件事:他们公开宣布,凡是自认为在战争中对斯巴达人立功最大的希洛人,都应当接受选拔,以获得解放。 斯巴达人以此作为测试,并认为那些最先自认为应当获得解放的人,由于其心高气傲,最有可能对他们发起攻击。
§4.80.4καὶ προκρίναντες ἐς δισχιλίους, οἱ μὲν ἐστεφανώσαντό τε καὶ τὰ ἱερὰ περιῆλθον ὡς ἠλευθερωμένοι, οἱ δὲ οὐ πολλῷ ὕστερον ἠφάνισάν τε αὐτοὺς καὶ οὐδεὶς ᾔσθετο ὅτῳ τρόπῳ ἕκαστος διεφθάρη.
在选拔了大约两千人之后,这些人戴上花冠,作为已被解放的人巡游神庙;但不久之后,斯巴达人就让他们消失了,没有人知道每个人是以何种方式被杀害的。
§4.80.5καὶ τότε προθύμως τῷ Βρασίδᾳ αὐτῶν ξυνέπεμψαν ἑπτακοσίους ὁπλίτας, τοὺς δ’ ἄλλους ἐκ τῆς Πελοποννήσου μισθῷ πείσας ἐξήγαγεν.
因此,当时他们欣然派遣了其中七百名重装步兵随同巴西达斯出发,而其余的士兵则是巴西达斯通过提供军饷说服后从伯罗奔尼撒带出来的。