§4.79.1τούτῳ τῷ τρόπῳ Βρασίδας Θεσσαλίαν φθάσας διέδραμε πρίν τινα κωλύειν παρασκευάσασθαι, καὶ ἀφίκετο ὡς Περδίκκαν καὶ ἐς τὴν Χαλκιδικήν.
巴西达斯通过这种方式,在任何人来得及准备阻拦他之前,便迅速穿越了色萨利,抵达了佩尔迪卡斯处以及卡尔基迪基。
§4.79.2ἐκ γὰρ τῆς Πελοποννήσου, ὡς τὰ τῶν Ἀθηναίων ηὐτύχει, δείσαντες οἵ τε ἐπὶ Θρᾴκης ἀφεστῶτες Ἀθηναίων καὶ Περδίκκας ἐξήγαγον τὸν στρατόν, οἱ μὲν Χαλκιδῆς νομίζοντες ἐπὶ σφᾶς πρῶτον ὁρμήσειν τοὺς Ἀθηναίους (καὶ ἅμα αἱ πλησιόχωροι πόλεις αὐτῶν αἱ οὐκ ἀφεστηκυῖαι ξυνεπῆγον κρύφα), Περδίκκας δὲ πολέμιος μὲν οὐκ ὢν ἐκ τοῦ φανεροῦ, φοβούμενος δὲ καὶ αὐτὸς τὰ παλαιὰ διάφορα τῶν Ἀθηναίων καὶ μάλιστα βουλόμενος Ἀρραβαῖον τὸν Λυγκηστῶν βασιλέα παραστήσασθαι.
因为由于雅典人的事务进展顺利,从雅典人那里叛离的色雷斯方向的居民以及佩尔迪卡斯感到恐惧,便从伯罗奔尼撒招募了这支军队。 卡尔基迪亚人认为雅典人会首先向他们发起进攻(与此同时,他们邻近尚未叛离的城市也秘密地协助一同招募),而佩尔迪卡斯虽然表面上并非敌人,但其自身也害怕与雅典人过去的过节,且最希望让林克斯提斯人的国王阿拉拜奥斯臣服。
§4.79.3ξυνέβη δὲ αὐτοῖς, ὥστε ῥᾷον ἐκ τῆς Πελοποννήσου στρατὸν ἐξαγαγεῖν, ἡ τῶν Λακεδαιμονίων ἐν τῷ παρόντι κακοπραγία.
至于使他们能够更轻易地从伯罗奔尼撒招募军队,拉刻代蒙人当时所处的逆境恰好对他们有利。