§4.7.1κατὰ δὲ τὸν αὐτὸν χρόνον Σιμωνίδης Ἀθηναίων στρατηγὸς Ἠιόνα τὴν ἐπὶ Θρᾴκης Μενδαίων ἀποικίαν, πολεμίαν δὲ οὖσαν, ξυλλέξας Ἀθηναίους τε ὀλίγους ἐκ τῶν φρουρίων καὶ τῶν ἐκείνῃ ξυμμάχων πλῆθος προδιδομένην κατέλαβεν.
大约在同一时间,雅典将军西莫尼得斯从各驻军中召集了少数雅典人,并聚集了该地的大批盟友,占领了色雷斯沿岸的埃翁(该城是门德人的殖民地,当时处于敌对状态,正因内通而被献出)。
καὶ παραχρῆμα ἐπιβοηθησάντων Χαλκιδέων καὶ Βοττιαίων ἐξεκρούσθη τε καὶ ἀπέβαλε πολλοὺς τῶν στρατιωτῶν.
但由于卡尔基迪亚人和博蒂亚人立即前来增援,他被击退,并失去了许多士兵。