§4.67.1οἱ οὖν Ἀθηναῖοι, ἐπειδὴ ἀπό τε τῶν ἔργων καὶ τῶν λόγων παρεσκεύαστο ἀμφοτέροις, ὑπὸ νύκτα πλεύσαντες ἐς Μινῴαν τὴν Μεγαρέων νῆσον ὁπλίταις ἑξακοσίοις, ὧν Ἱπποκράτης ἦρχεν, ἐν ὀρύγματι ἐκαθέζοντο, ὅθεν ἐπλίνθευον τὰ τείχη καὶ ἀπεῖχεν οὐ πολύ·
于是,当双方在行动和谈判两方面都做好准备之后,雅典人在夜幕降临时,由希波克拉底率领六百名重装步兵乘船前往麦加拉人的米诺阿岛,并在一个壕沟中设伏,这壕沟离城墙不远,他们曾在此处取土制造城墙用的砖。
§4.67.2οἱ δὲ μετὰ τοῦ Δημοσθένους τοῦ ἑτέρου στρατηγοῦ Πλαταιῆς τε ψιλοὶ καὶ ἕτεροι περίπολοι ἐνήδρευσαν ἐς τὸ Ἐνυάλιον, ὅ ἐστιν ἔλασσον ἄπωθεν.
而另一位将军德摩斯梯尼率领的普拉提亚轻装步兵和其余巡逻兵,则在距离更近的埃纽阿里乌斯神庙设伏。
καὶ ᾔσθετο οὐδεὶς εἰ μὴ οἱ ἄνδρες οἷς ἐπιμελὲς ἦν εἰδέναι τὴν νύκτα ταύτην.
除了当晚必须知道此事的人之外,没有任何人发觉。
§4.67.3καὶ ἐπειδὴ ἕως ἔμελλε γίγνεσθαι, οἱ προδιδόντες τῶν Μεγαρέων οὗτοι τοιόνδε ἐποίησαν.
当黎明将至时,这些麦加拉的内奸采取了如下行动。
ἀκάτιον ἀμφηρικὸν ὡς λῃσταί, ἐκ πολλοῦ τεθεραπευκότες τὴν ἄνοιξιν τῶν πυλῶν, εἰώθεσαν ἐπὶ ἁμάξῃ, πείθοντες τὸν ἄρχοντα, διὰ τῆς τάφρου κατακομίζειν τῆς νυκτὸς ἐπὶ τὴν θάλασσαν καὶ ἐκπλεῖν·
他们伪装成海盗,由于长期以来精心安排门禁的开启,他们习惯于在夜间说服长官,用马车将一艘双舷桨小船通过壕沟运到海边并驶出;在天亮之前,他们又用马车将它运回城墙,穿过大门运进来。
καὶ πρὶν ἡμέραν εἶναι πάλιν αὐτὸ τῇ ἁμάξῃ κομίσαντες ἐς τὸ τεῖχος κατὰ τὰς πύλας ἐσῆγον, ὅπως τοῖς ἐκ τῆς Μινῴας Ἀθηναίοις ἀφανὴς δὴ εἴη ἡ φυλακή, μὴ ὄντος ἐν τῷ λιμένι πλοίου φανεροῦ μηδενός.
他们这样做是为了让港口中没有任何显眼的船只,从而向在米诺阿岛的雅典人隐蔽他们的防务活动。
§4.67.4καὶ τότε πρὸς ταῖς πύλαις ἤδη ἦν ἡ ἅμαξα, καὶ ἀνοιχθεισῶν κατὰ τὸ εἰωθὸς ὡς τῷ ἀκατίῳ οἱ Ἀθηναῖοι (ἐγίγνετο γὰρ ἀπὸ ξυνθήματος τὸ τοιοῦτον) ἰδόντες ἔθεον δρόμῳ ἐκ τῆς ἐνέδρας, βουλόμενοι φθάσαι πρὶν ξυγκλῃσθῆναι πάλιν τὰς πύλας καὶ ἕως ἔτι ἡ ἅμαξα ἐν αὐταῖς ἦν, κώλυμα οὖσα προσθεῖναι· καὶ αὐτοῖς ἅμα καὶ οἱ ξυμπράσσοντες Μεγαρῆς τοὺς κατὰ τὰς πύλας φύλακας κτείνουσιν.
当时,马车已经在大门前了,大门照常为小船打开,雅典人(因为这是按照约定好的信号进行的)见状便从伏击地点飞奔而出,希望在城门重新关闭之前赶到,并且趁着马车还在门内、阻碍门扇关闭时抢先占领;与此同时,内应的麦加拉人也杀死了守门人。
§4.67.5καὶ πρῶτον μὲν οἱ περὶ τὸν Δημοσθένη Πλαταιῆς τε καὶ περίπολοι ἐσέδραμον οὗ νῦν τὸ τροπαῖόν ἐστι, καὶ εὐθὺς ἐντὸς τῶν πυλῶν (ᾔσθοντο γὰρ οἱ ἐγγύτατα Πελοποννήσιοι) μαχόμενοι τοὺς προσβοηθοῦντας οἱ Πλαταιῆς ἐκράτησαν καὶ τοῖς τῶν Ἀθηναίων ὁπλίταις ἐπιφερομένοις βεβαίους τὰς πύλας παρέσχον·
首先,德摩斯梯尼身边的普拉提亚人和巡逻兵冲进了现在立有战胜纪念碑的地方,就在城门内,普拉提亚人与前来增援的人交战并击败了他们(因为最近的伯罗奔尼撒人察觉到了),并为正开进的雅典重装步兵确保了大门的安全。