Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.66.1-4.66.3

麦加拉平民领袖密谋献城于雅典

第 431 段,共 917 段 · 希腊语

内容简介

面对雅典人的入侵以及来自佩盖流亡者的掠夺,麦加拉的平民领袖因恐惧而暗中与雅典将军接触,达成协议出卖长墙和上城。

§4.66.1τοῦ δ’ αὐτοῦ θέρους Μεγαρῆς οἱ ἐν τῇ πόλει πιεζόμενοι ὑπό τε Ἀθηναίων τῷ πολέμῳ, αἰεὶ κατὰ ἔτος ἕκαστον δὶς ἐσβαλλόντων πανστρατιᾷ ἐς τὴν χώραν, καὶ ὑπὸ τῶν σφετέρων φυγάδων τῶν ἐκ Πηγῶν, οἳ στασιασάντων ἐκπεσόντες ὑπὸ τοῦ πλήθους χαλεποὶ ἦσαν λῃστεύοντες, ἐποιοῦντο λόγους ἐν ἀλλήλοις ὡς χρὴ δεξαμένους τοὺς φεύγοντας μὴ ἀμφοτέρωθεν τὴν πόλιν φθείρειν.
在同个夏天,城中的麦加拉人受到双重夹击,处境艰难:一方面是与雅典人的战争,雅典人每年两次动用全军入侵他们的领土;另一方面是他们自己在佩盖的流亡者,这些人在发生内讧时被民众驱逐,通过进行掠夺活动而给城中造成极大的危害。 因此,城中居民开始互相议论,认为应该召回流亡者,而不应让城市两面受敌而走向毁灭。
§4.66.2οἱ δὲ φίλοι τῶν ἔξω τὸν θροῦν αἰσθόμενοι φανερῶς μᾶλλον ἢ πρότερον καὶ αὐτοὶ ἠξίουν τούτου τοῦ λόγου ἔχεσθαι.
城外流亡者的同情者们察觉到了这种舆论,也比以前更加公开地要求大家坚持这一提议。
§4.66.3γνόντες δὲ οἱ τοῦ δήμου προστάται οὐ δυνατὸν τὸν δῆμον ἐσόμενον ὑπὸ τῶν κακῶν μετὰ σφῶν καρτερεῖν, ποιοῦνται λόγους δείσαντες πρὸς τοὺς τῶν Ἀθηναίων στρατηγούς, Ἱπποκράτη τε τὸν Ἀρίφρονος καὶ Δημοσθένη τὸν Ἀλκισθένους, βουλόμενοι ἐνδοῦναι τὴν πόλιν καὶ νομίζοντες ἐλάσσω σφίσι τὸν κίνδυνον ἢ τοὺς ἐκπεσόντας ὑπὸ σφῶν κατελθεῖν.
然而,平民领袖们意识到,在重重苦难之下,平民将无法与他们一起坚守下去,便心生恐惧,开始向雅典的将军——阿里弗龙之子希波克拉底和阿尔基斯提涅斯之子德摩斯梯尼暗中交涉。 他们企图出卖城市,并认为对自己而言,这其中的危险要小于被他们驱逐的流亡者复归所带来的危险。
ξυνέβησάν τε πρῶτα μὲν τὰ μακρὰ τείχη ἑλεῖν Ἀθηναίους (ἦν δὲ σταδίων μάλιστα ὀκτὼ ἀπὸ τῆς πόλεως ἐπὶ τὴν Νίσαιαν τὸν λιμένα αὐτῶν), ὅπως μὴ ἐπιβοηθήσωσιν ἐκ τῆς Νισαίας οἱ Πελοποννήσιοι, ἐν ᾗ αὐτοὶ μόνοι ἐφρούρουν βεβαιότητος ἕνεκα τῶν Μεγάρων, ἔπειτα δὲ καὶ τὴν ἄνω πόλιν πειρᾶσθαι ἐνδοῦναι· ῥᾷον δ’ ἤδη ἔμελλον προσχωρήσειν τούτου γεγενημένου.
他们首先达成协议,由雅典人夺取长墙(这长墙从城市到他们的港口尼塞亚大约有八斯塔迪翁),以防伯罗奔尼撒人从尼塞亚前来救援,当时只有伯罗奔尼撒人驻守在尼塞亚以确保麦加拉的安全;其次,他们也同意尝试交出上城;因为一旦此事成功,上城的人们便会更容易降伏。

词汇与语法注释

  1. §4.66.1στασιασάντων — 这是一个省略了主语的属格独立分词,意为“当人们发生内讧时”或“内乱爆发时”。
  2. §4.66.3οὐ δυνατὸν τὸν δῆμον ἐσόμενον ... καρτερεῖν — 作为动词 γνόντες 的宾语的间接引语。将来时分词 ἐσόμενον 与无人称形容词 οὐ δυνατὸν 以及不定式 καρτερεῖν 连用,表示未来的情况,即“平民将无法坚持下去”。
  3. §4.66.3ξυνέβησάν τε πρῶτα μὲν τὰ μακρὰ τείχη ἑλεῖν Ἀθηναίους ... ἔπειτα δὲ καὶ τὴν ἄνω πόλιν πειρᾶσθαι ἐνδοῦναι — 由动词 ξυνέβησαν(达成协议)引导的两个不定式结构。第一个不定式 ἑλεῖν(夺取)的逻辑主语是宾格的 Ἀθηναίους(雅典人),而第二个不定式 πειρᾶσθαι(尝试)的逻辑主语则切换回 ξυνέβησαν 的主语(麦加拉的领袖们,或双方),意为“(他们自己)尝试交出”。
  4. §4.66.3ῥᾷον δ’ ἤδη ἔμελλον προσχωρήσειν τούτου γεγενημένου. — 不带虚拟语气或条件小词的单纯未来表达。ἔμελλον 的暗含主语是“上城的人们”,表示一种确定的预测:“一旦此事成功(属格独立结构,起条件作用),他们便更容易降伏”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.66.1-4.66.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.66.1-4.66.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。