§4.68.1ἔπειτα δὲ καὶ τῶν Ἀθηναίων ἤδη ὁ αἰεὶ ἐντὸς γιγνόμενος ἐχώρει ἐπὶ τὸ τεῖχος.
随后,进入城内的雅典人也陆续向城墙推进。
§4.68.2καὶ οἱ Πελοποννήσιοι φρουροὶ τὸ μὲν πρῶτον ἀντίσχοντες ἠμύνοντο ὀλίγοι, καὶ ἀπέθανόν τινες αὐτῶν, οἱ δὲ πλείους ἐς φυγὴν κατέστησαν, φοβηθέντες ἐν νυκτί τε πολεμίων προσπεπτωκότων καὶ τῶν προδιδόντων Μεγαρέων ἀντιμαχομένων, νομίσαντες τοὺς ἅπαντας σφᾶς Μεγαρέας προδεδωκέναι.
而伯罗奔尼撒守军起初虽人数较少,仍进行抵抗并防守,其中有一些人阵亡,但大多数人随后逃跑了。 因为他们害怕夜间来袭的敌军,又见背叛的麦加拉人在反抗他们,便以为所有麦加拉人都背叛了自己。
§4.68.3ξυνέπεσε γὰρ καὶ τὸν τῶν Ἀθηναίων κήρυκα ἀφ’ ἑαυτοῦ γνώμης κηρύξαι τὸν βουλόμενον ἰέναι Μεγαρέων μετὰ Ἀθηναίων θησόμενον τὰ ὅπλα.
因为碰巧雅典的传令官也自作主张地宣告:麦加拉人中凡愿意者,皆可与雅典人并肩列阵。
οἱ δ’ ὡς ἤκουσαν, οὐκέτι ἀνέμενον, ἀλλὰ τῷ ὄντι νομίσαντες κοινῇ πολεμεῖσθαι κατέφυγον ἐς τὴν Νίσαιαν.
守军一听,便不再停留,而是真切地以为所有人都联合起来与他们为敌,于是逃往尼萨亚。
§4.68.4ἅμα δὲ ἕῳ ἑαλωκότων ἤδη τῶν τειχῶν καὶ τῶν ἐν τῇ πόλει Μεγαρέων θορυβουμένων οἱ πρὸς τοὺς Ἀθηναίους πράξαντες καὶ ἄλλο μετ’ αὐτῶν πλῆθος, ὃ ξυνῄδει, ἔφασαν χρῆναι ἀνοίγειν τὰς πύλας καὶ ἐπεξιέναι ἐς μάχην.
拂晓时分,城墙已被攻陷,城内的麦加拉人陷入混乱,而那些与雅典人勾结的内奸以及与他们同谋的其余群众便声称,应当打开大门,出城迎战。
§4.68.5ξυνέκειτο δὲ αὐτοῖς τῶν πυλῶν ἀνοιχθεισῶν ἐσπίπτειν τοὺς Ἀθηναίους, αὐτοὶ δὲ διάδηλοι ἔμελλον ἔσεσθαι (λίπα γὰρ ἀλείψεσθαι), ὅπως μὴ ἀδικῶνται.
因为他们之间早已约定,一旦大门打开,雅典人就冲进来,而他们自己则会有明显的标记(他们要在身上涂油),以免受到伤害。
ἀσφάλεια δὲ αὐτοῖς μᾶλλον ἐγίγνετο τῆς ἀνοίξεως· καὶ γὰρ οἱ ἀπὸ τῆς Ἐλευσῖνος κατὰ τὸ ξυγκείμενον τετρακισχίλιοι ὁπλῖται τῶν Ἀθηναίων καὶ ἱππῆς ἑξακόσιοι [οἱ] τὴν νύκτα πορευόμενοι παρῆσαν.
对于他们来说,开门的安全性得到了进一步保障:因为按照约定,从埃莱夫西斯在夜间行军而来的四千名雅典重装步兵和六百名骑兵已经抵达。
§4.68.6ἀληλιμμένων δὲ αὐτῶν καὶ ὄντων ἤδη περὶ τὰς πύλας καταγορεύει τις ξυνειδὼς τοῖς ἑτέροις τὸ ἐπιβούλευμα.
然而,就在他们涂好油并已聚集在城门附近时,一个知情者向对立派系告发了这一阴谋。
καὶ οἳ ξυστραφέντες ἁθρόοι ἦλθον καὶ οὐκ ἔφασαν χρῆναι οὔτε ἐπεξιέναι (οὐδὲ γὰρ πρότερόν πω τοῦτο ἰσχύοντες μᾶλλον τολμῆσαι) οὔτε ἐς κίνδυνον φανερὸν τὴν πόλιν καταγαγεῖν· εἴ τε μὴ πείσεταί τις, αὐτοῦ τὴν μάχην ἔσεσθαι.
于是,反对派集结成群前来,声称既不应当出城迎战(因为以前力量更强时也从未敢如此冒险),也不应当让城市陷入明显的危险之中;并扬言如果有谁不服从,就在当场开战。
ἐδήλουν δὲ οὐδὲν ὅτι ἴσασι τὰ πρασσόμενα, ἀλλὰ ὡς τὰ βέλτιστα βουλεύοντες ἰσχυρίζοντο, καὶ ἅμα περὶ τὰς πύλας παρέμενον φυλάσσοντες, ὥστε οὐκ ἐγένετο τοῖς ἐπιβουλεύουσι πρᾶξαι ὃ ἔμελλον.
他们丝毫没有表露出自己已经知晓内情,而是坚称自己是在提出最有利的建议,同时守在大门附近进行戒备,使得密谋者无法实行他们原定的计划。